Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 845e Pl. Leg. 846c (English) >>Pl. Leg. 846e

846aβουλομένῳ τὸ ἑαυτοῦ διὰ παντὸς τόπου κομίζεσθαι, ὅπῃπερ ἂν μηδὲν μηδένα ζημιοῖ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ, τούτων δὲ ἐπιγνώμονας τοὺς ἄρχοντας γίγνεσθαι, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἂν ἑκὼν ἄκοντα βλάπτῃ βίᾳ λάθρᾳ, αὐτὸν τῶν αὐτοῦ τι, διὰ τῶν αὑτοῦ κτημάτων, πάντα τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἐπιδεικνὺς τιμωρείσθω, μέχρι τριῶν μνῶν ὄντος τοῦ βλάβους· ἐὰν δʼ ἔγκλημά τῳ μεῖζον ἄλλῳ πρὸς ἄλλον γίγνηται, πρὸς 846bτὰ κοινὰ δικαστήρια φέρων τὴν δίκην τιμωρείσθω τὸν ἀδικοῦντα. ἐὰν δέ τις τῶν ἀρχόντων δοκῇ μετʼ ἀδίκου γνώμης κρίνειν τὰς ζημίας, τῶν διπλασίων ὑπόδικος ἔστω τῷ βλαφθέντι· τὰ δὲ αὖ τῶν ἀρχόντων ἀδικήματα εἰς τὰ κοινὰ δικαστήρια ἐπανάγειν τὸν βουλόμενον ἑκάστων τῶν ἐγκλημάτων. μυρία δὲ ταῦτα ὄντα καὶ σμικρὰ νόμιμα, καθʼ δεῖ τὰς τιμωρίας γίγνεσθαι, λήξεών τε πέρι δικῶν καὶ 846cπροσκλήσεων καὶ κλητήρων, εἴτʼ ἐπὶ δυοῖν εἴτʼ ἐφʼ ὁπόσων δεῖ καλεῖσθαι, καὶ πάντα ὁπόσα τοιαῦτά ἐστιν, οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι γέροντός τε οὐκ ἄξια νομοθέτου, νομοθετούντων δʼ αὐτὰ οἱ νέοι πρὸς τὰ τῶν πρόσθεν νομοθετήματα ἀπομιμούμενοι, σμικρὰ πρὸς μεγάλα, καὶ τῆς ἀναγκαίας αὐτῶν χρείας ἐμπείρως ἴσχοντες, μέχριπερ ἂν πάντα ἱκανῶς δόξῃ κεῖσθαι· τότε δὲ ἀκίνητα ποιησάμενοι, ζώντων τούτοις ἤδη χρώμενοι μέτρον ἔχουσι.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 845e Pl. Leg. 846c (English) >>Pl. Leg. 846e

Powered by PhiloLogic