Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 846a Pl. Leg. 846d (English) >>Pl. Leg. 847c

846cπροσκλήσεων καὶ κλητήρων, εἴτʼ ἐπὶ δυοῖν εἴτʼ ἐφʼ ὁπόσων δεῖ καλεῖσθαι, καὶ πάντα ὁπόσα τοιαῦτά ἐστιν, οὔτʼ ἀνομοθέτητα οἷόν τʼ εἶναι γέροντός τε οὐκ ἄξια νομοθέτου, νομοθετούντων δʼ αὐτὰ οἱ νέοι πρὸς τὰ τῶν πρόσθεν νομοθετήματα ἀπομιμούμενοι, σμικρὰ πρὸς μεγάλα, καὶ τῆς ἀναγκαίας αὐτῶν χρείας ἐμπείρως ἴσχοντες, μέχριπερ ἂν πάντα ἱκανῶς δόξῃ κεῖσθαι· τότε δὲ ἀκίνητα ποιησάμενοι, ζώντων τούτοις ἤδη χρώμενοι μέτρον ἔχουσι.

846dτὸ δὲ τῶν ἄλλων δημιουργῶν ποιεῖν χρὴ κατὰ τόδε. πρῶτον μὲν ἐπιχώριος μηδεὶς ἔστω τῶν περὶ τὰ δημιουργικὰ τεχνήματα διαπονούντων, μηδὲ οἰκέτης ἀνδρὸς ἐπιχωρίου. τέχνην γὰρ ἱκανήν, πολλῆς ἀσκήσεως ἅμα καὶ μαθημάτων πολλῶν δεομένην, κέκτηται πολίτης ἀνὴρ τὸν κοινὸν τῆς πόλεως κόσμον σῴζων καὶ κτώμενος, οὐκ ἐν παρέργῳ δεόμενον ἐπιτηδεύειν· δύο δὲ ἐπιτηδεύματα δύο τέχνας ἀκριβῶς διαπονεῖσθαι σχεδὸν οὐδεμία φύσις ἱκανὴ τῶν ἀνθρωπίνων, 846eοὐδʼ αὖ τὴν μὲν αὐτὸς ἱκανὸς ἀσκεῖν, τὴν δὲ ἄλλον ἀσκοῦντα ἐπιτροπεύειν. τοῦτʼ οὖν ἐν πόλει ὑπάρχον δεῖ πρῶτον γίγνεσθαι· μηδεὶς χαλκεύων ἅμα τεκταινέσθω, μηδʼ αὖ τεκταινόμενος χαλκευόντων ἄλλων ἐπιμελείσθω μᾶλλον τῆς αὑτοῦ τέχνης, πρόφασιν ἔχων ὡς πολλῶν οἰκετῶν ἐπιμελούμενος ἑαυτῷ δημιουργούντων, εἰκότως μᾶλλον ἐπιμελεῖται διʼ 847aἐκείνων διὰ τὸ τὴν πρόσοδον ἐκεῖθεν αὑτῷ πλείω γίγνεσθαι τῆς αὑτοῦ τέχνης, ἀλλʼ εἷς μίαν ἕκαστος τέχνην ἐν πόλει κεκτημένος ἀπὸ ταύτης ἅμα καὶ τὸ ζῆν κτάσθω. τοῦτον δὴ τὸν νόμον ἀστυνόμοι διαπονούμενοι σῳζόντων, καὶ τὸν μὲν ἐπιχώριον, ἐὰν εἴς τινα τέχνην ἀποκλίνῃ μᾶλλον τὴν τῆς ἀρετῆς ἐπιμέλειαν, κολαζόντων ὀνείδεσί τε καὶ ἀτιμίαις, μέχριπερ ἂν κατευθύνωσιν εἰς τὸν αὑτοῦ δρόμον, ξένων δὲ ἄν τις ἐπιτηδεύῃ δύο τέχνας, δεσμοῖσί τε καὶ χρημάτων



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 846a Pl. Leg. 846d (English) >>Pl. Leg. 847c

Powered by PhiloLogic