Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 846d Pl. Leg. 847c (English) >>Pl. Leg. 848a

847bζημίαις καὶ ἐκβολαῖς ἐκ τῆς πόλεως κολάζοντες, ἀναγκαζόντων ἕνα μόνον ἀλλὰ μὴ πολλοὺς εἶναι. μισθῶν δὲ αὐτοῖς πέρι καὶ τῶν ἀναιρέσεων τῶν ἔργων, καὶ ἐάν τις αὐτοὺς ἕτερος ʼκεῖνοί τινα ἄλλον ἀδικῶσι, μέχρι δραχμῶν πεντήκοντα ἀστυνόμοι διαδικαζόντων, τὸ δὲ πλέον τούτου τὰ κοινὰ δικαστήρια διακρινόντων κατὰ νόμον.

τέλος δὲ ἐν τῇ πόλει μηδένα μηδὲν τελεῖν μήτε ἐξαγομένων χρημάτων μήτʼ εἰσαγομένων· λιβανωτὸν δὲ καὶ ὅσα 847cπρὸς θεοὺς τὰ τοιαῦτα ἐστὶν ξενικὰ θυμιάματα, καὶ πορφύραν καὶ ὅσα βαπτὰ χρώματα, μὴ φερούσης τῆς χώρας, περί τινα ἄλλην τέχνην δεομένην ξενικῶν τινων εἰσαγωγίμων μηδενὸς ἀναγκαίου χάριν μήτε τις ἀγέτω, μήτε αὖ τῶν ἐν τῇ χώρᾳ ἀναγκαίων ἐμμένειν ἐξαγέτω· τούτων δʼ αὖ πάντων ἐπιγνώμονας εἶναι καὶ ἐπιμελητὰς τῶν νομοφυλάκων, πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα.

847dπερὶ δὲ ὅπλων καὶ ὅσα περὶ τὸν πόλεμον ἅπαντα ὄργανα, ἐάν τινος τέχνης εἰσαγωγίμου δέῃ γίγνεσθαι φυτοῦ μεταλλευτικοῦ κτήματος δεσμευτικοῦ ζῴων τινῶν ἕνεκα τῆς τοιαύτης χρείας, ἵππαρχοι καὶ στρατηγοὶ τούτων ἔστωσαν κύριοι εἰσαγωγῆς τε καὶ ἐξαγωγῆς, διδούσης τε ἅμα καὶ δεχομένης τῆς πόλεως, νόμους δὲ περὶ τούτων νομοφύλακες τοὺς πρέποντάς τε καὶ ἱκανοὺς θήσουσι· καπηλείαν δὲ ἕνεκα χρηματισμῶν μήτε οὖν τούτου μήτε ἄλλου μηδενὸς ἐν τῇ



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 846d Pl. Leg. 847c (English) >>Pl. Leg. 848a

Powered by PhiloLogic