847eχώρᾳ ὅλῃ καὶ πόλει ἡμῖν γίγνεσθαι.
τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἔοικεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι. δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα· τὸ δὲ δωδέκατον μέρος ἕκαστον—οἷον πυρῶν καὶ κριθῶν, οἷσιν δὴ καὶ τὰ ἅπαντα ἀκολουθείτω τὰ ἄλλα ὡραῖα
848aνεμόμενα, καὶ ὅσα ζῷα σύμπαντα πράσιμα ἐν ἑκάστοις ᾖ— τριχῇ διαιρείσθω κατὰ λόγον, ἓν μὲν μέρος τοῖς ἐλευθέροις, ἓν δὲ τοῖς τούτων οἰκέταις· τὸ δὲ τρίτον δημιουργοῖς τε καὶ πάντως τοῖς ξένοις, οἵ τέ τινες αὖ τῶν μετοικούντων ὦσι συνοικοῦντες τροφῆς ἀναγκαίου δεόμενοι, καὶ ὅσοι χρείᾳ τινὶ πόλεως ἤ τινος ἰδιωτῶν εἰσαφικνοῦνται ἑκάστοτε, πάντων τῶν ἀναγκαίων ἀπονεμηθὲν τρίτον μέρος ὤνιον ἐξ ἀνάγκης ἔστω τοῦτο μόνον, τῶν δὲ δύο μερῶν μηδὲν ἐπάναγκες ἔστω
848bπωλεῖν. πῶς οὖν δὴ ταῦτα ὀρθότατα νέμοιτʼ ἄν; πρῶτον μὲν δῆλον ὅτι τῇ μὲν ἴσα, τῇ δʼ οὐκ ἴσα νέμομεν.Κλεινίας
πῶς λέγεις;
Ἀθηναῖος
χείρω που καὶ βελτίω τούτων ἕκαστα ἀνάγκη φύειν καὶ ἐκτρέφειν τὴν γῆν.
Κλεινίας
πῶς γὰρ οὔ;
Ἀθηναῖος
τῷ μὲν τοίνυν τοιούτῳ τῶν μερῶν, τριῶν ὄντων, μηδὲν πλέον ἐχέτω μήτε τοῖς δεσπόταις ἢ δούλοις νεμόμενον, μήτε αὖ τὸ τῶν ξένων, ἀλλὰ τὴν τῆς ὁμοιότητος ἰσότητα ἡ νομὴ