Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 848c Pl. Leg. 849a (English) >>Pl. Leg. 849d

848eἱερὰ ταῦτα, ὅπῃ ἂν τόπος ὑψηλότατος , τοῖς φρουροῖς ὑποδοχὴν ὅτι μάλιστα εὐερκῆ· τὴν δὲ ἄλλην χώραν κατασκευάζειν πᾶσαν δημιουργῶν τριακαίδεκα μέρη διελομένους, καὶ τὸ μὲν ἐν ἄστει κατοικίζειν, διελομένους αὖ καὶ τοῦτο εἰς τὰ δώδεκα μέρη τῆς πόλεως ἁπάσης, ἔξω τε καὶ ἐν κύκλῳ κατανεμηθέντας, ἐν τῇ κώμῃ δὲ ἑκάστῃ τὰ πρόσφορα γεωργοῖς γένη τῶν δημιουργῶν συνοικίζειν. τοὺς δʼ ἐπιμελητὰς εἶναι τούτων πάντων τοὺς τῶν ἀγρονόμων ἄρχοντας, ὅσων τε καὶ ὧντινων τόπος ἕκαστος δεῖται, καὶ ὅπου κατοικοῦντες ἀλυπότατοί τε καὶ ὠφελιμώτατοι ἔσονται τοῖσιν γεωργοῖσι. 849aτῶν δὲ ἐν ἄστει κατὰ τὰ αὐτὰ ἐπιμεληθῆναι καὶ ἐπιμελεῖσθαι τὴν τῶν ἀστυνόμων ἀρχήν.

τοῖς δὲ δὴ ἀγορανόμοις τὰ περὶ ἀγοράν που δεῖ ἕκαστα μέλειν· δʼ ἐπιμέλεια, μετὰ τὴν τῶν ἱερῶν ἐπίσκεψιν τῶν κατʼ ἀγορὰν μή τις ἀδικῇ τι, τῆς τῶν ἀνθρώπων χρείας τὸ δεύτερον ἂν εἴη, σωφροσύνης τε καὶ ὕβρεως ἐπισκόπους ὄντας κολάζειν τὸν δεόμενον κολάσεως. τῶν δὲ ὠνίων, πρῶτον μὲν τὰ περὶ τοὺς ξένους ταχθέντα πωλεῖν τοῖς ἀστοῖς σκοπεῖν 849bεἰ γίγνεται κατὰ τὸν νόμον ἕκαστα. νόμος δʼ ἑκάστῳ μηνὸς τῇ νέᾳ ὧν δεῖ πραθῆναι τὸ μέρος τοῖς ξένοις ἐξάγειν τοὺς ἐπιτρόπους, ὅσοι τοῖς ἀστοῖς ξένοι καὶ δοῦλοι ἐπιτροπεύουσι, δωδεκατημόριον πρῶτον τοῦ σίτου, τὸν δὲ ξένον εἰς πάντα τὸν μῆνα ὠνεῖσθαι σῖτον μὲν καὶ ὅσα περὶ σῖτον ἀγορᾷ τῇ πρώτῃ· δεκάτῃ δὲ τοῦ μηνὸς τὴν τῶν ὑγρῶν οἱ μὲν πρᾶσιν, οἱ δὲ ὠνὴν ποιείσθωσαν διʼ ὅλου τοῦ μηνὸς ἱκανήν·



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 848c Pl. Leg. 849a (English) >>Pl. Leg. 849d

Powered by PhiloLogic