Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 848d Pl. Leg. 849b (English) >>Pl. Leg. 849e

849aτῶν δὲ ἐν ἄστει κατὰ τὰ αὐτὰ ἐπιμεληθῆναι καὶ ἐπιμελεῖσθαι τὴν τῶν ἀστυνόμων ἀρχήν.

τοῖς δὲ δὴ ἀγορανόμοις τὰ περὶ ἀγοράν που δεῖ ἕκαστα μέλειν· δʼ ἐπιμέλεια, μετὰ τὴν τῶν ἱερῶν ἐπίσκεψιν τῶν κατʼ ἀγορὰν μή τις ἀδικῇ τι, τῆς τῶν ἀνθρώπων χρείας τὸ δεύτερον ἂν εἴη, σωφροσύνης τε καὶ ὕβρεως ἐπισκόπους ὄντας κολάζειν τὸν δεόμενον κολάσεως. τῶν δὲ ὠνίων, πρῶτον μὲν τὰ περὶ τοὺς ξένους ταχθέντα πωλεῖν τοῖς ἀστοῖς σκοπεῖν 849bεἰ γίγνεται κατὰ τὸν νόμον ἕκαστα. νόμος δʼ ἑκάστῳ μηνὸς τῇ νέᾳ ὧν δεῖ πραθῆναι τὸ μέρος τοῖς ξένοις ἐξάγειν τοὺς ἐπιτρόπους, ὅσοι τοῖς ἀστοῖς ξένοι καὶ δοῦλοι ἐπιτροπεύουσι, δωδεκατημόριον πρῶτον τοῦ σίτου, τὸν δὲ ξένον εἰς πάντα τὸν μῆνα ὠνεῖσθαι σῖτον μὲν καὶ ὅσα περὶ σῖτον ἀγορᾷ τῇ πρώτῃ· δεκάτῃ δὲ τοῦ μηνὸς τὴν τῶν ὑγρῶν οἱ μὲν πρᾶσιν, οἱ δὲ ὠνὴν ποιείσθωσαν διʼ ὅλου τοῦ μηνὸς ἱκανήν· 849cτρίτῃ δὲ εἰκάδι τῶν ζῴων ἔστω πρᾶσις, ὅσα πρατέα ἑκάστοις ὠνητέα αὐτοῖς δεομένοις, καὶ ὁπόσων σκευῶν χρημάτων γεωργοῖς μὲν πρᾶσις, οἷον δερμάτων καὶ πάσης ἐσθῆτος πλοκῆς πιλήσεως τινων ἄλλων τοιούτων, ξένοις δὲ ἀναγκαῖον ὠνεῖσθαι παρʼ ἄλλων κτωμένοις. καπηλείας δὲ τούτων κριθῶν πυρῶν εἰς ἄλφιτα νεμηθέντων, καὶ τὴν ἄλλην σύμπασαν τροφήν, ἀστοῖς μὲν καὶ τούτων δούλοις μήτε τις πωλείτω μήτε ὠνείσθω παρὰ τοιούτου μηδεὶς μηδενός, ἐν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 848d Pl. Leg. 849b (English) >>Pl. Leg. 849e

Powered by PhiloLogic