Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 849c Pl. Leg. 850a (English) >>Pl. Leg. 850d

849eκαθʼ ὅσον ἂν βούληται καὶ ὁπόταν βούληται. τῶν δὲ ἄλλων χρημάτων πάντων καὶ σκευῶν ὁπόσων ἑκάστοισι χρεία, πωλεῖν εἰς τὴν κοινὴν ἀγορὰν φέροντας εἰς τὸν τόπον ἕκαστον, ἐν οἷς ἂν νομοφύλακές τε καὶ ἀγορανόμοι, μετʼ ἀστυνόμων τεκμηράμενοι ἕδρας πρεπούσας, ὅρους θῶνται τῶν ὠνίων, ἐν τούτοις ἀλλάττεσθαι νόμισμά τε χρημάτων καὶ χρήματα νομίσματος, μὴ προϊέμενον ἄλλον ἑτέρῳ τὴν ἀλλαγήν· δὲ προέμενος ὡς πιστεύων, ἐάντε κομίσηται καὶ ἂν μή, στεργέτω ὡς οὐκέτι δίκης οὔσης τῶν τοιούτων 850aπερὶ συναλλάξεων. τὸ δὲ ὠνηθὲν πραθὲν ὅσῳ πλέον ἂν καὶ πλέονος κατὰ τὸν νόμον, ὃς εἴρηκεν πόσου προσγενομένου καὶ ἀπογενομένου δεῖ μηδέτερα τούτων ποιεῖν, ἀναγραφήτω τότʼ ἤδη παρὰ τοῖς νομοφύλαξιν τὸ πλέον, ἐξαλειφέσθω δὲ τὸ ἐναντίον. τὰ αὐτὰ δὲ καὶ περὶ μετοίκων ἔστω τῆς ἀναγραφῆς πέρι τῆς οὐσίας. ἰέναι δὲ τὸν βουλόμενον εἰς τὴν μετοίκησιν ἐπὶ ῥητοῖς, ὡς οἰκήσεως οὔσης τῶν ξένων τῷ 850bβουλομένῳ καὶ δυναμένῳ κατοικεῖν, τέχνην κεκτημένῳ καὶ ἐπιδημοῦντι μὴ πλέον ἐτῶν εἴκοσιν ἀφʼ ἧς ἂν γράψηται, μετοίκιον μηδὲ σμικρὸν τελοῦντι πλὴν τοῦ σωφρονεῖν, μηδὲ ἄλλο αὖ τέλος ἕνεκά τινος ὠνῆς καὶ πράσεως· ὅταν δʼ ἐξήκωσιν οἱ χρόνοι, τὴν αὑτοῦ λαβόντα οὐσίαν ἀπιέναι. ἐὰν δʼ ἐν τοῖς ἔτεσι τούτοις αὐτῷ συμβῇ λόγου ἀξίῳ πρὸς εὐεργεσίαν τῆς πόλεως γεγονέναι τινὰ ἱκανήν, καὶ πιστεύῃ πείσειν βουλὴν καὶ ἐκκλησίαν, τινα ἀναβολὴν τῆς ἐξοικήσεως


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 849c Pl. Leg. 850a (English) >>Pl. Leg. 850d

Powered by PhiloLogic