850cἀξιῶν αὑτῷ γίγνεσθαι κυρίως, ἢ καὶ τὸ παράπαν διὰ βίου τινὰ μονήν, ἐπελθὼν καὶ πείσας τὴν πόλιν, ἅπερ ἂν πείσῃ, ταῦτα αὐτῷ τέλεα γιγνέσθω. παισὶ δὲ μετοίκων, δημιουργοῖς οὖσι καὶ γενομένοις ἐτῶν πεντεκαίδεκα, τῆς μὲν μετοικίας ἀρχέτω χρόνος ὁ μετὰ τὸ πέμπτον καὶ δέκατον ἔτος, ἐπὶ τούτοις δὲ εἴκοσιν ἔτη μείνας, ἴτω ὅπῃ αὐτῷ φίλον, μένειν δὲ ἂν βούληται, κατὰ τὰ αὐτὰ μενέτω πείσας· ὁ δὲ ἀπιὼν
850dἐξαλειψάμενος ἴτω τὰς ἀπογραφάς, αἵτινες ἂν αὐτῷ παρὰ τοῖς ἄρχουσιν γεγραμμέναι πρότερον ὦσιν.
853aἈθηναῖος
δίκαι δὴ τὰ μετὰ ταῦτα ἀκόλουθοι ταῖς ἔμπροσθεν πράξεσιν ἁπάσαις οὖσαι κατὰ φύσιν γίγνοιντο ἂν τὴν τῆς διακοσμήσεως τῶν νόμων. ὧντινων οὖν δὴ πέρι δεῖ γίγνεσθαι δίκας, τὰ μὲν εἴρηται, τὰ κατὰ γεωργίας τε καὶ ὅσα τούτοις εἵπετο, τὰ δὲ μέγιστα οὔτε εἴρηταί πω, καθʼ ἓν ἕκαστόν τε λεγόμενον, ῥηθὲν ἣν δεῖ λαμβάνειν αὐτὸ τιμωρίαν καὶ
853bτίνων ποτὲ δικαστῶν τυγχάνειν, μετʼ ἐκεῖνʼ αὐτὰ ἑξῆς ταῦτα ῥητέον.Κλεινίας
ὀρθῶς.
Ἀθηναῖος
αἰσχρὸν μὲν δή τινα τρόπον καὶ νομοθετεῖν πάντα ὁπόσα νῦν μέλλομεν τοῦτο δρᾶν, ἐν τοιαύτῃ πόλει ἥν φαμεν οἰκήσεσθαί τε εὖ καὶ τεύξεσθαι πάσης ὀρθότητος πρὸς ἐπιτήδευσιν ἀρετῆς· ἐν δὲ τῇ τοιαύτῃ τὸ καὶ ἀξιοῦν τῆς τῶν ἄλλων μοχθηρίας τῶν μεγίστων ἐμφύεσθαί τινα μεθέξοντα, ὥστε δεῖν νομοθετεῖν προκαταλαμβάνοντα καὶ ἀπειλοῦντα