Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 854e Pl. Leg. 855d (English) >>Pl. Leg. 856a

855bπεριττεῦον, μέχρι τοσούτου ζημιωθέντα, τὸ δὲ πλέον μή· τὰς δʼ εἰς ταῦτα ἀκριβείας ἐκ τῶν ἀπογραφῶν νομοφύλακες σκοποῦντες τὸ σαφὲς ἐξαγγελλόντων ἀεὶ τοῖς δικασταῖς, ὅπως ἂν τῶν κλήρων ἀργὸς μηδεὶς μηδέποτε γίγνηται διʼ ἀπορίαν χρημάτων. ζημίας δὲ ἄν τις πλέονος ἄξιος εἶναι δοκῇ, ἐὰν ἄρα μή τινες ἐθέλωσιν αὐτὸν τῶν φίλων ἐγγυᾶσθαί τε καὶ συνεκτίνοντες ἀπελευθεροῦν, δεσμοῖς τε χρονίοις καὶ ἐμφανέσι καί τισιν προπηλακισμοῖς κολάζειν, 855cἄτιμον δὲ παντάπασιν μηδένα εἶναι μηδέποτε μηδʼ ἐφʼ ἑνὶ τῶν ἁμαρτημάτων, μηδʼ ὑπερορίαν φυγάδα· θάνατον δὲ δεσμοὺς πληγάς, τινας ἀμόρφους ἕδρας στάσεις παραστάσεις εἰς ἱερὰ ἐπὶ τὰ τῆς χώρας ἔσχατα, χρημάτων καθάπερ ἔμπροσθεν εἴπομεν ἐκτίσεις γίγνεσθαι δεῖν τὴν δίκην ταύτην, γιγνέσθω. δικασταὶ δὲ ἔστωσαν θανάτου πέρι νομοφύλακές τε καὶ τὸ τῶν περυσινῶν ἀρχόντων ἀριστίνδην 855dἀπομερισθὲν δικαστήριον· εἰσαγωγὰς δὲ τούτων καὶ προσκλήσεις καὶ ὅσα τοιαῦτα καὶ ὡς δεῖ γίγνεσθαι, τοῖς νεωτέροις νομοθέταις χρὴ μέλειν, τὴν διαψήφισιν δὲ ἡμέτερον ἔργον νομοθετεῖν. ἔστω δὴ φανερὰ μὲν ψῆφος τιθεμένη, πρὸ τούτου δὲ κατὰ τὸ στόμα τοῦ διώκοντός τε καὶ φεύγοντος δικαστὴς ἑξῆς ἡμῖν ἐγγύτατα κατὰ πρέσβιν ἱζέσθω, πάντες δʼ οἱ πολῖται, ὅσοιπερ ἂν ἄγωσι σχολήν, ἐπήκοοι ἔστωσαν σπουδῇ τῶν τοιούτων δικῶν. λέγειν δὲ ἕνα λόγον, πρῶτον


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 854e Pl. Leg. 855d (English) >>Pl. Leg. 856a

Powered by PhiloLogic