Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 855c Pl. Leg. 856a (English) >>Pl. Leg. 856d

855eμὲν τὸν διώκοντα, τὸν δὲ φεύγοντα δεύτερον· μετὰ δὲ τοὺς λόγους τούτους ἄρχεσθαι μὲν τὸν γεραίτατον ἀνακρίνοντα, ἰόντα εἰς τὴν τῶν λεχθέντων σκέψιν ἱκανήν, μετὰ δὲ τὸν πρεσβύτατον ἑξῆς ἅπαντας χρὴ διεξελθεῖν ὅτι ἂν παρʼ ἑκατέρου τις τῶν ἀντιδίκων ῥηθὲν μὴ ῥηθὲν ἐπιποθῇ τινα τρόπον· δὲ μηδὲν ποθῶν ἄλλῳ τὴν ἀνάκρισιν παραδιδότω. τῶν δὲ ῥηθέντων ἐπισφραγισαμένους ὅσα ἂν εἶναι καίρια 856aδοκῇ, γράμμασιν σημεῖα ἐπιβάλλοντας πάντων τῶν δικαστῶν, θεῖναι ἐπὶ τὴν ἑστίαν, καὶ πάλιν αὔριον εἰς ταὐτὸν συνελθόντας, ὡσαύτως τε ἀνακρίνοντας διεξελθεῖν τὴν δίκην καὶ σημεῖα ἐπιβάλλοντας αὖ τοῖς λεχθεῖσιν· καὶ τρὶς δράσαντας τοῦτο, τεκμήριά τε καὶ μάρτυρας ἱκανῶς παραλαβόντας, ψῆφον ἱερὰν ἕκαστον φέροντα καὶ ὑποσχόμενον πρὸς τῆς ἑστίας εἰς δύναμιν τὰ δίκαια καὶ ἀληθῆ κρίνειν, οὕτω τέλος ἐπιθεῖναι τῇ τοιαύτῃ δίκῃ.

856bμετὰ δὲ τὰ περὶ θεοὺς τὰ περὶ κατάλυσιν τῆς πολιτείας. ὃς ἂν ἄγων εἰς ἀρχὴν ἀνθρώπων δουλῶται μὲν τοὺς νόμους, ἑταιρίας δὲ τὴν πόλιν ὑπήκοον ποιῇ, καὶ βιαίως δὴ πᾶν τοῦτο πράττων καὶ στάσιν ἐγείρων παρανομῇ, τοῦτον δὴ διανοεῖσθαι δεῖ πάντων πολεμιώτατον ὅλῃ τῇ πόλει· τὸν δὲ κοινωνοῦντα μὲν τῶν τοιούτων μηδενί, τῶν μεγίστων δὲ μετέχοντα ἀρχῶν ἐν τῇ πόλει, λεληθότα τε ταῦτα αὐτόν,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 855c Pl. Leg. 856a (English) >>Pl. Leg. 856d

Powered by PhiloLogic