Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 856a Pl. Leg. 856d (English) >>Pl. Leg. 857b

856cμὴ λεληθότα, δειλίᾳ δʼ, ὑπὲρ πατρίδος αὑτοῦ μὴ τιμωρούμενον, δεῖ δεύτερον ἡγεῖσθαι τὸν τοιοῦτον πολίτην κάκῃ. πᾶς δὲ ἀνήρ, οὗ καὶ σμικρὸν ὄφελος, ἐνδεικνύτω ταῖς ἀρχαῖς εἰς κρίσιν ἄγων τὸν ἐπιβουλεύοντα βιαίου πολιτείας μεταστάσεως ἅμα καὶ παρανόμου· δικασταὶ δὲ ἔστωσαν τούτοις οἵπερ τοῖς ἱεροσύλοις, καὶ πᾶσαν τὴν κρίσιν ὡσαύτως αὐτοῖς γίγνεσθαι καθάπερ ἐκείνοις, τὴν ψῆφον θάνατον φέρειν τὴν πλήθει νικῶσαν. ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας 856dπαίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην· τούτους δὲ πόλις ἔχοντας τὴν αὑτῶν οὐσίαν, πλὴν ὅσον κατεσκευασμένου τοῦ κλήρου παντελῶς, εἰς τὴν αὑτῶν ἀρχαίαν ἐκπεμπέσθω πατρίδα καὶ πόλιν. οἷς δʼ ἂν τῶν πολιτῶν ὑεῖς ὄντες τυγχάνωσιν πλείους ἑνός, μὴ ἔλαττον δέκα ἔτη γεγονότες, κληρῶσαι μὲν τούτων δέκα, οὓς ἂν ἀποφήνῃ πατὴρ πάππος πρὸς πατρὸς μητρός, τῶν δὲ λαχόντων τὰ 856eὀνόματα εἰς Δελφοὺς πεμφθέντων· ὃν δʼ ἂν θεὸς ἀνέλῃ, κληρονόμον εἰς τὸν οἶκον καταστῆσαι τὸν τῶν ἐκλιπόντων τύχῃ ἀμείνονι.

Κλεινίας

καλῶς.

Ἀθηναῖος

κοινὸς δʼ ἔτι τρίτος εἷς ἔστω νόμος περὶ δικαστῶν τε, οὓς δεῖ δικάζειν αὐτοῖς, καὶ τρόπος τῶν δικῶν, οἷς ἂν προδόσεως αἰτίαν ἐπιφέρων τις εἰς δικαστήριον ἄγῃ· καὶ μονῆς ὡσαύτως ἐκγόνοις καὶ ἐξόδου τῆς πατρίδος εἷς ἔστω



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 856a Pl. Leg. 856d (English) >>Pl. Leg. 857b

Powered by PhiloLogic