857eὡς ἰατρὸν ἀλλʼ οὐχ ὑγιῆ δεόμενον γίγνεσθαι”.Κλεινίας
οὐκοῦν λέγων τὰ τοιαῦτα ὀρθῶς ἂν λέγοι;
Ἀθηναῖος
τάχʼ ἄν, εἰ προσδιανοοῖτό γε ὡς ὅστις περὶ νόμων οὕτω διεξέρχεται, καθάπερ ἡμεῖς τὰ νῦν, παιδεύει τοὺς πολίτας ἀλλʼ οὐ νομοθετεῖ. ἆρʼ οὖν οὐ καὶ τοῦτʼ ἂν πρὸς τρόπου λέγειν φαίνοιτο;
Κλεινίας
ἴσως.
Ἀθηναῖος
εὐτυχὲς δὲ ἡμῶν τὸ παρὸν γέγονεν.
Κλεινίας
τὸ ποῖον δή;
Ἀθηναῖος
τὸ μηδεμίαν ἀνάγκην εἶναι νομοθετεῖν, ἀλλʼ αὐτοὺς
858aἐν σκέψει γενομένους περὶ πάσης πολιτείας πειρᾶσθαι κατιδεῖν τό τε ἄριστον καὶ τὸ ἀναγκαιότατον, τίνα τρόπον ἂν γιγνόμενον γίγνοιτο. καὶ δὴ καὶ τὸ νῦν ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, εἰ μὲν βουλόμεθα, τὸ βέλτιστον σκοπεῖν, εἰ δὲ βουλόμεθα, τὸ ἀναγκαιότατον περὶ νόμων· αἱρώμεθα οὖν πότερον δοκεῖ.Κλεινίας
γελοίαν, ὦ ξένε, προτιθέμεθα τὴν αἵρεσιν, καὶ ἀτεχνῶς ὥσπερ κατεχομένοις νομοθέταις ὅμοιοι γιγνοίμεθʼ
858bἂν ὑπὸ μεγάλης τινὸς ἀνάγκης ἤδη νομοθετεῖν, ὡς οὐκέτʼ ἐξὸν εἰς αὔριον· ἡμῖν δʼ—εἰπεῖν σὺν θεῷ—ἔξεστι, καθάπερ ἢ λιθολόγοις ἢ καί τινος ἑτέρας ἀρχομένοις συστάσεως, παραφορήσασθαι χύδην ἐξ ὧν ἐκλεξόμεθα τὰ πρόσφορα τῇ μελλούσῃ γενήσεσθαι συστάσει, καὶ δὴ καὶ κατὰ σχολὴν ἐκλέξασθαι. τιθῶμεν οὖν ἡμᾶς νῦν εἶναι μὴ τοὺς ἐξ ἀνάγκης οἰκοδομοῦντας, ἀλλὰ τοὺς ἐπὶ σχολῆς ἔτι τὰ μὲν παρατιθεμένους, τὰ δὲ συνιστάντας· ὥστε ὀρθῶς ἔχει τὰ μὲν ἤδη τῶν