Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 860c Pl. Leg. 861a (English) >>Pl. Leg. 861d

860e φιλοτιμίας ἕνεκα ἄκοντας μὲν ἀδίκους εἶναί φησιν, ἀδικεῖν μὴν ἑκόντας πολλούς, γʼ ἐμὸς λόγος ἐκεῖνος ἀλλʼ οὐχ οὗτοςτίνα οὖν αὖ τρόπον ἔγωγε συμφωνοίην ἂν τοῖς ἐμαυτοῦ λόγοις; εἴ με, Κλεινία καὶ Μέγιλλε, ἐρωτῷτε· “εἰ δὴ ταῦτα οὕτως ἔχοντά ἐστιν, ξένε, τί συμβουλεύεις ἡμῖν περὶ τῆς νομοθεσίας τῇ τῶν Μαγνήτων πόλει; πότερον νομοθετεῖν μή;” “πῶς γὰρ οὔ;” φήσω. “διοριεῖς οὖν αὐτοῖς ἀκούσιά τε καὶ ἑκούσια ἀδικήματα, καὶ τῶν μὲν ἑκουσίων ἁμαρτημάτων τε καὶ ἀδικημάτων μείζους τὰς ζημίας 861aθήσομεν, τῶν δʼ ἐλάττους; πάντων ἐξ ἴσης, ὡς οὐκ ὄντων ἀδικημάτων τὸ παράπαν ἑκουσίων;”

Κλεινίας

ὀρθῶς μέντοι λέγεις, ξένε· καὶ τούτοις δὴ τί χρησόμεθα τοῖς νῦν λεγομένοις;

Ἀθηναῖος

καλῶς ἤρου. πρῶτον μὲν τοίνυν αὐτοῖς τόδε χρησώμεθα.

Κλεινίας

τὸ ποῖον;

Ἀθηναῖος

ἀναμνησθῶμεν ὡς ἔμπροσθεν νυνδὴ καλῶς ἐλέγομεν ὅτι περὶ τὰ δίκαια εἴη παμπόλλη τις ἡμῶν ταραχή τε καὶ ἀσυμφωνία. τοῦτο δὲ λαβόντες πάλιν ἐρωτῶμεν ἡμᾶς 861bαὐτούς· “ἆρʼ οὖν περὶ τὴν τούτων ἀπορίαν οὔτʼ ἐξευπορήσαντες οὔτε διορισάμενοι τί ποτʼ ἐστὶν ταῦτα ἀλλήλων διαφέροντα, δὴ κατὰ πάσας τὰς πόλεις ὑπὸ νομοθετῶν πάντων τῶν πώποτε γενομένων ὡς δύο εἴδη τῶν ἀδικημάτων ὄντα, τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια, ταύτῃ καὶ νομοθετεῖται· δὲ παρʼ ἡμῶν νυνδὴ ῥηθεὶς λόγος, ὥσπερ παρὰ θεοῦ λεχθείς, τοσοῦτον μόνον εἰπὼν ἀπαλλάξεται, δοὺς δὲ οὐδένα λόγον ὡς



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 860c Pl. Leg. 861a (English) >>Pl. Leg. 861d

Powered by PhiloLogic