Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 860d Pl. Leg. 861b (English) >>Pl. Leg. 861e

861aθήσομεν, τῶν δʼ ἐλάττους; πάντων ἐξ ἴσης, ὡς οὐκ ὄντων ἀδικημάτων τὸ παράπαν ἑκουσίων;”

Κλεινίας

ὀρθῶς μέντοι λέγεις, ξένε· καὶ τούτοις δὴ τί χρησόμεθα τοῖς νῦν λεγομένοις;

Ἀθηναῖος

καλῶς ἤρου. πρῶτον μὲν τοίνυν αὐτοῖς τόδε χρησώμεθα.

Κλεινίας

τὸ ποῖον;

Ἀθηναῖος

ἀναμνησθῶμεν ὡς ἔμπροσθεν νυνδὴ καλῶς ἐλέγομεν ὅτι περὶ τὰ δίκαια εἴη παμπόλλη τις ἡμῶν ταραχή τε καὶ ἀσυμφωνία. τοῦτο δὲ λαβόντες πάλιν ἐρωτῶμεν ἡμᾶς 861bαὐτούς· “ἆρʼ οὖν περὶ τὴν τούτων ἀπορίαν οὔτʼ ἐξευπορήσαντες οὔτε διορισάμενοι τί ποτʼ ἐστὶν ταῦτα ἀλλήλων διαφέροντα, δὴ κατὰ πάσας τὰς πόλεις ὑπὸ νομοθετῶν πάντων τῶν πώποτε γενομένων ὡς δύο εἴδη τῶν ἀδικημάτων ὄντα, τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια, ταύτῃ καὶ νομοθετεῖται· δὲ παρʼ ἡμῶν νυνδὴ ῥηθεὶς λόγος, ὥσπερ παρὰ θεοῦ λεχθείς, τοσοῦτον μόνον εἰπὼν ἀπαλλάξεται, δοὺς δὲ οὐδένα λόγον ὡς 861cὀρθῶς εἴρηκεν, κατανομοθετήσει τινὰ τρόπον;” οὐκ ἔστιν, ἀλλὰ ἀνάγκη πως ταῦτα ἔμπροσθεν τοῦ νομοθετεῖν δηλῶσαι δύο τε ὄντα καὶ τὴν διαφορὰν ἄλλην, ἵνα, ὅταν ἑκατέρῳ τις τὴν δίκην ἐπιτιθῇ, πᾶς ἐπακολουθῇ τοῖς λεγομένοις καὶ δυνατὸς τό τε πρεπόντως τεθὲν ἁμῇ γέ πῃ κρῖναι καὶ τὸ μή.

Κλεινίας

καλῶς ἡμῖν φαίνῃ λέγειν, ξένε· δυοῖν γὰρ θάτερον ἡμᾶς χρεών, μὴ λέγειν ὡς πάντα ἀκούσια τὰ ἀδικήματα,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 860d Pl. Leg. 861b (English) >>Pl. Leg. 861e

Powered by PhiloLogic