Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 861a Pl. Leg. 861d (English) >>Pl. Leg. 862b

861cὀρθῶς εἴρηκεν, κατανομοθετήσει τινὰ τρόπον;” οὐκ ἔστιν, ἀλλὰ ἀνάγκη πως ταῦτα ἔμπροσθεν τοῦ νομοθετεῖν δηλῶσαι δύο τε ὄντα καὶ τὴν διαφορὰν ἄλλην, ἵνα, ὅταν ἑκατέρῳ τις τὴν δίκην ἐπιτιθῇ, πᾶς ἐπακολουθῇ τοῖς λεγομένοις καὶ δυνατὸς τό τε πρεπόντως τεθὲν ἁμῇ γέ πῃ κρῖναι καὶ τὸ μή.

Κλεινίας

καλῶς ἡμῖν φαίνῃ λέγειν, ξένε· δυοῖν γὰρ θάτερον ἡμᾶς χρεών, μὴ λέγειν ὡς πάντα ἀκούσια τὰ ἀδικήματα, 861dτοῦτο ὡς ὀρθῶς εἴρηται πρῶτον διορίσαντας δηλῶσαι.

Ἀθηναῖος

τούτοιν τοίνυν τοῖν δυοῖν τὸ μὲν οὐκ ἀνεκτὸν ἐμοὶ πάντως που γίγνεσθαι, τό γε δὴ μὴ λέγειν, οὕτως οἰόμενον ἔχειν τἀληθέςοὐ γὰρ ἂν νόμιμον οὐδʼ ὅσιον ἂν εἴηκατὰ τίνα δὲ τρόπον ἐστὸν δύο, εἰ μὴ τῷ τε ἀκουσίῳ καὶ τῷ ἑκουσίῳ διαφέρετον ἑκάτερον; ἀλλὰ ἄλλῳ τινὶ δή ποτε πειρατέον ἁμῶς γέ πως δηλοῦν.

Κλεινίας

παντάπασι μὲν οὖν, ξένε, τοῦτό γε οὐχ οἷόν τε ἄλλως πως ἡμᾶς διανοηθῆναι. 861e

Ἀθηναῖος

ταῦτα ἔσται. φέρε δή, βλάβαι μέν, ὡς ἔοικεν, ἀλλήλων τῶν πολιτῶν ἐν ταῖς κοινωνίαις τε καὶ ὁμιλίαις πολλαὶ γίγνονται, καὶ τό γε ἑκούσιόν τε καὶ ἀκούσιον ἐν αὐταῖς ἄφθονόν ἐστι.

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

μὴ τοίνυν τις τὰς βλάβας πάσας ἀδικίας τιθείς, οὕτως οἴηται καὶ τὰ ἄδικα ἐν αὐταῖσι ταύτῃ γίγνεσθαι διπλᾶ, τὰ μὲν ἑκούσια δή, τὰ δʼ ἀκούσιαβλάβαι γὰρ ἀκούσιοι τῶν πάντων οὔτʼ ἀριθμοῖς οὔτε μεγέθεσιν ἐλάττους εἰσὶ τῶν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 861a Pl. Leg. 861d (English) >>Pl. Leg. 862b

Powered by PhiloLogic