Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 864a Pl. Leg. 864d (English) >>Pl. Leg. 865b

864cνῦν φαμεν· οἷς νόμους διαφέροντας ἀλλήλων πέντε εἴδεσιν θετέον ἐν δυοῖν γένεσιν.

Κλεινίας

τίσιν τούτοις;

Ἀθηναῖος

τὸ μὲν διὰ βιαίων καὶ συμφανῶν πράξεων πραττόμενον ἑκάστοτε, τὸ δὲ μετὰ σκότους καὶ ἀπάτης λαθραίως γιγνόμενον, ἔστιν δʼ ὅτε καὶ διʼ ἀμφοῖν τούτοιν πραχθέν· δὴ καὶ νόμοι τραχύτατοι γίγνοιντο ἄν, εἰ τὸ προσῆκον μέρος ἔχοιεν.

Κλεινίας

εἰκὸς γοῦν.

Ἀθηναῖος

ἴωμεν δὴ τὰ μετὰ ταῦτα ἐκεῖσε ὁπόθεν ἐξέβημεν δεῦρο, περαίνοντες τὴν θέσιν τῶν νόμων. ἦν δὲ ἡμῖν 864dκείμενα περί τε τῶν συλώντων, οἶμαι, τοὺς θεοὺς καὶ τὰ περὶ προδοτῶν, ἔτι δὲ τῶν τοὺς νόμους διαφθειρόντων ἐπὶ καταλύσει τῆς παρούσης πολιτείας. τούτων δή τις ἂν ἴσως πράξειέν τι μανείς, νόσοις γήρᾳ ὑπερμέτρῳ συνεχόμενος, παιδίᾳ χρώμενος, οὐδέν πω τῶν τοιούτων διαφέρων· ὧν ἂν γίγνηταί τι φανερὸν τοῖς ἐκλεχθεῖσιν ἑκάστοτε δικασταῖς, ἀναφέροντος τοῦ δράσαντος τοῦ σκηπτομένου ὑπὲρ τοῦ 864eποιήσαντος, κριθῇ δὲ οὕτω διατεθεὶς παρανομῆσαι, τὴν μὲν βλάβην ἣν ἄν τινα καταβλάψῃ πάντως ἁπλῆν ἀποτινέτω, τῶν δὲ ἄλλων δικαιωμάτων ἀφείσθω, πλὴν ἂν ἄρα τινὰ ἀποκτείνας μὴ καθαρὸς τὰς χεῖρας φόνου· οὕτω δʼ εἰς ἄλλην χώραν καὶ τόπον ἀπελθὼν οἰκείτω τὸν ἐνιαυτὸν ἐκδημῶν, πρότερον δὲ ἐλθὼν τοῦ χρόνου ὃν νόμος ὥρισεν, καὶ πάσης ἐπιβὰς τῆς οἰκείας χώρας, ἐν δημοσίῳ δεσμῷ δεθεὶς ὑπὸ τῶν νομοφυλάκων δύο ἐνιαυτούς, οὕτως ἀπαλλαττέσθω τῶν δεσμῶν.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 864a Pl. Leg. 864d (English) >>Pl. Leg. 865b

Powered by PhiloLogic