Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 864b Pl. Leg. 864e (English) >>Pl. Leg. 865c

864dκείμενα περί τε τῶν συλώντων, οἶμαι, τοὺς θεοὺς καὶ τὰ περὶ προδοτῶν, ἔτι δὲ τῶν τοὺς νόμους διαφθειρόντων ἐπὶ καταλύσει τῆς παρούσης πολιτείας. τούτων δή τις ἂν ἴσως πράξειέν τι μανείς, νόσοις γήρᾳ ὑπερμέτρῳ συνεχόμενος, παιδίᾳ χρώμενος, οὐδέν πω τῶν τοιούτων διαφέρων· ὧν ἂν γίγνηταί τι φανερὸν τοῖς ἐκλεχθεῖσιν ἑκάστοτε δικασταῖς, ἀναφέροντος τοῦ δράσαντος τοῦ σκηπτομένου ὑπὲρ τοῦ 864eποιήσαντος, κριθῇ δὲ οὕτω διατεθεὶς παρανομῆσαι, τὴν μὲν βλάβην ἣν ἄν τινα καταβλάψῃ πάντως ἁπλῆν ἀποτινέτω, τῶν δὲ ἄλλων δικαιωμάτων ἀφείσθω, πλὴν ἂν ἄρα τινὰ ἀποκτείνας μὴ καθαρὸς τὰς χεῖρας φόνου· οὕτω δʼ εἰς ἄλλην χώραν καὶ τόπον ἀπελθὼν οἰκείτω τὸν ἐνιαυτὸν ἐκδημῶν, πρότερον δὲ ἐλθὼν τοῦ χρόνου ὃν νόμος ὥρισεν, καὶ πάσης ἐπιβὰς τῆς οἰκείας χώρας, ἐν δημοσίῳ δεσμῷ δεθεὶς ὑπὸ τῶν νομοφυλάκων δύο ἐνιαυτούς, οὕτως ἀπαλλαττέσθω τῶν δεσμῶν.

865aφόνου δὴ καθάπερ ἠρξάμεθα, πειρώμεθα διὰ τέλους παντὸς εἴδους πέρι φόνου θεῖναι τοὺς νόμους, καὶ πρῶτον μὲν τὰ βίαια καὶ ἀκούσια λέγωμεν. εἴ τις ἐν ἀγῶνι καὶ ἄθλοις δημοσίοις ἄκων, εἴτε παραχρῆμα εἴτε καὶ ἐν ὑστέροις χρόνοις ἐκ τῶν πληγῶν, ἀπέκτεινέν τινα φίλιον, κατὰ πόλεμον ὡσαύτως κατὰ μελέτην τὴν πρὸς πόλεμον, ποιουμένων ἄσκησιν τῶν ἀρχόντων ψιλοῖς σώμασιν μετά τινων ὅπλων



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 864b Pl. Leg. 864e (English) >>Pl. Leg. 865c

Powered by PhiloLogic