865aφόνου δὴ καθάπερ ἠρξάμεθα, πειρώμεθα διὰ τέλους παντὸς εἴδους πέρι φόνου θεῖναι τοὺς νόμους, καὶ πρῶτον μὲν τὰ βίαια καὶ ἀκούσια λέγωμεν. εἴ τις ἐν ἀγῶνι καὶ ἄθλοις δημοσίοις ἄκων, εἴτε παραχρῆμα εἴτε καὶ ἐν ὑστέροις χρόνοις ἐκ τῶν πληγῶν, ἀπέκτεινέν τινα φίλιον, ἢ κατὰ πόλεμον ὡσαύτως ἢ κατὰ μελέτην τὴν πρὸς πόλεμον, ποιουμένων ἄσκησιν τῶν ἀρχόντων ψιλοῖς σώμασιν ἢ μετά τινων ὅπλων
865bἀπομιμουμένων τὴν πολεμικὴν πρᾶξιν, καθαρθεὶς κατὰ τὸν ἐκ Δελφῶν κομισθέντα περὶ τούτων νόμον ἔστω καθαρός· ἰατρῶν δὲ πέρι πάντων, ἂν ὁ θεραπευόμενος ὑπʼ αὐτῶν ἀκόντων τελευτᾷ, καθαρὸς ἔστω κατὰ νόμον. ἐὰν δὲ αὐτόχειρ μέν, ἄκων δὲ ἀποκτείνῃ τις ἕτερος ἕτερον, εἴτε τῷ ἑαυτοῦ σώματι ψιλῷ εἴτε ὀργάνῳ ἢ βέλει ἢ πώματος ἢ σίτου δόσει ἢ πυρὸς ἢ χειμῶνος προσβολῇ ἢ στερήσει πνεύματος, αὐτὸς τῷ
865cἑαυτοῦ σώματι ἢ διʼ ἑτέρων σωμάτων, πάντως ἔστω μὲν ὡς αὐτόχειρ, δίκας δὲ τινέτω τὰς τοιάσδε· ἐὰν μὲν δοῦλον κτείνῃ, νομίζων τὸν ἑαυτοῦ διειργάσθαι τὸν τοῦ τελευτήσαντος δεσπότην ἀβλαβῆ παρεχέτω καὶ ἀζήμιον, ἢ δίκην εἰς τὴν ἀξίαν τοῦ τελευτήσαντος ὑπεχέτω διπλῆν, τῆς δὲ ἀξίας οἱ δικασταὶ διάγνωσιν ποιείσθωσαν, καθαρμοῖς δὲ χρήσασθαι μείζοσίν τε καὶ πλείοσι τῶν περὶ τὰ ἆθλα ἀποκτεινάντων,