866dκατὰ θάλατταν ἐκπίπτῃ πρὸς τὴν χώραν, σκηνησάμενος ἐν θαλάττῃ τέγγων τοὺς πόδας πλοῦν ἐπιφυλαττέτω, κατὰ γῆν δὲ ἂν βίᾳ ὑπό τινων ἀχθῇ, ἡ πρώτη προστυχοῦσα ἀρχὴ τῶν ἐν τῇ πόλει λύσασα, εἰς τὴν ὑπερορίαν ἐκπεμπέτω ἄσυλον. ἐὰν δʼ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, θυμῷ δὲ ᾖ τὸ πεπραγμένον ἐκπραχθέν, διχῇ δεῖ πρῶτον τὸ τοιοῦτον διαλαβεῖν. θυμῷ γὰρ δὴ πέπρακται καὶ τοῖς ὅσοι ἂν ἐξαίφνης
866eμὲν καὶ ἀπροβουλεύτως τοῦ ἀποκτεῖναι πληγαῖς ἤ τινι τοιούτῳ διαφθείρωσί τινα παραχρῆμα τῆς ὁρμῆς γενομένης, μεταμέλειά τε εὐθὺς τοῦ πεπραγμένου γίγνηται, θυμῷ δὲ καὶ ὅσοι προπηλακισθέντες λόγοις ἢ καὶ ἀτίμοις ἔργοις, μεταδιώκοντες τὴν τιμωρίαν, ὕστερον ἀποκτείνωσί τινα βουληθέντες κτεῖναι καὶ τὸ πεπραγμένον αὐτοῖς ἀμεταμέλητον γίγνηται. διττοὺς μὲν δὴ τοὺς φόνους, ὡς ἔοικε, θετέον, καὶ σχεδὸν ἀμφοτέρους
867aθυμῷ γεγονότας, μεταξὺ δέ που τοῦ τε ἑκουσίου καὶ ἀκουσίου δικαιότατʼ ἂν λεγομένους. οὐ μὴν ἀλλʼ εἰκών ἐσθʼ ἑκάτερος· ὁ μὲν τὸν θυμὸν φυλάττων καὶ οὐκ ἐκ τοῦ παραχρῆμα ἐξαίφνης ἀλλὰ μετὰ ἐπιβουλῆς ὕστερον χρόνῳ τιμωρούμενος ἑκουσίῳ ἔοικεν, ὁ δὲ ἀταμιεύτως ταῖς ὀργαῖς καὶ ἐκ τοῦ παραχρῆμα εὐθὺς χρώμενος ἀπροβουλεύτως ὅμοιος μὲν ἀκουσίῳ, ἔστι δὲ οὐδʼ οὗτος αὖ παντάπασιν ἀκούσιος ἀλλʼ εἰκὼν ἀκουσίου.