867bδιὸ χαλεποὶ διορίζειν οἱ τῷ θυμῷ πραχθέντες φόνοι, πότερον ἑκουσίους αὐτοὺς ἤ τινας ὡς ἀκουσίους νομοθετητέον, βέλτιστον μὴν καὶ ἀληθέστατον εἰς εἰκόνα μὲν ἄμφω θεῖναι, τεμεῖν δὲ αὐτὼ χωρὶς τῇ ἐπιβουλῇ καὶ ἀπροβουλίᾳ, καὶ τοῖς μὲν μετʼ ἐπιβουλῆς τε καὶ ὀργῇ κτείνασιν τὰς τιμωρίας χαλεπωτέρας, τοῖς δὲ ἀπροβουλεύτως τε καὶ ἐξαίφνης πρᾳοτέρας νομοθετεῖν· τὸ γὰρ εἰκὸς μείζονι κακῷ μειζόνως, τὸ
867cδʼ ἐλάττονι τιμωρητέον ἐλαττόνως. ποιητέον δὴ καὶ τοῖς ἡμετέροις νόμοις οὕτω.Κλεινίας
παντάπασι μὲν οὖν.
Ἀθηναῖος
πάλιν ἐπανελθόντες τοίνυν λέγωμεν· ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθέν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέν τῳ πάσχειν, πασχέτω, δύο δʼ ἐξ ἀνάγκης ἔτη φευγέτω κολάζων τὸν αὑτοῦ θυμόν. ὁ δὲ
867dθυμῷ μέν, μετʼ ἐπιβουλῆς δὲ κτείνας τὰ μὲν ἄλλα κατὰ τὸν πρόσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγεν τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς χρόνον. καθόδου δὲ πέρι τούτοις ὧδε ἔστω. χαλεπὸν μὲν ἀκριβῶς νομοθετεῖν· ἔστι γὰρ ὅτε τούτοιν ὁ τῷ νόμῳ ταχθεὶς χαλεπώτερος ἡμερώτερος ἄν, ὁ δὲ ἡμερώτερος χαλεπώτερος ἂν εἴη, καὶ τὰ περὶ τὸν φόνον ἀγριωτέρως ἂν πράξειεν, ὁ δὲ ἡμερωτέρως· ὡς