Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 867c Pl. Leg. 868a (English) >>Pl. Leg. 868d

867eδὲ τὸ πολὺ κατὰ τὰ νῦν εἰρημένα συμβαίνει γιγνόμενα. τούτων οὖν πάντων ἐπιγνώμονας εἶναι χρὴ νομοφύλακας, ἐπειδὰν δὲ χρόνος ἔλθῃ τῆς φυγῆς ἑκατέρῳ, πέμπειν αὐτῶν δικαστὰς δώδεκα ἐπὶ τοὺς ὅρους τῆς χώρας, ἐσκεμμένους ἐν τῷ χρόνῳ τούτῳ τὰς τῶν φυγόντων πράξεις ἔτι σαφέστερον, καὶ τῆς αἰδοῦς τε πέρι καὶ καταδοχῆς τούτων δικαστὰς γίγνεσθαι, τοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων 868aἀρχόντων ἐμμένειν. ἐὰν δʼ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ, κατελθὼν δέ, κατὰ τὴν τοῦ ξένου ἄφιξιν ταύτῃ πασχέτω. δοῦλον δʼ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτεισάτω τῷ κεκτημένῳ. ὅστις δʼ ἂν τῶν ἀποκτεινάντων πάντων μὴ πείθηται τῷ νόμῳ, ἀλλʼ ἀκάθαρτος ὢν ἀγοράν τε καὶ ἆθλα καὶ τὰ 868bἄλλα ἱερὰ μιαίνῃ, βουλόμενος, τόν τε ἐπιτρέποντα τῶν προσηκόντων τῷ τελευτήσαντι καὶ τὸν ἀποκτείναντα εἰς δίκην καταστήσας, τὴν διπλασίαν χρημάτων τε καὶ τῶν ἄλλων πράξεων ἀναγκαζέτω πράττειν τε καὶ ἐκτίνειν, τὸ δὲ ἔκτεισμα αὐτὸς αὑτῷ κομιζέσθω κατὰ τὸν νόμον. ἐὰν δέ τις θυμῷ δοῦλος δεσπότην αὑτοῦ κτείνῃ, τοὺς προσήκοντας τοῦ τελευτήσαντος χρωμένους τῷ κτείναντι χρείαν ἣν ἂν


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 867c Pl. Leg. 868a (English) >>Pl. Leg. 868d

Powered by PhiloLogic