869aτῷ τῆς περὶ ταῦτα ἀσεβείας εἰρημένῳ νόμῳ ὑπόδικος ὀρθῶς ἂν γίγνοιτο μετὰ δίκης. ἐὰν δʼ ἄρα τις εἰς τοσοῦτον ἀκρατὴς θυμοῦ γίγνηται πρὸς τοὺς γεννήσαντας, ὥστε μανίαις ὀργῆς τῶν γεννητόρων τολμῆσαι κτεῖναί τινα, ἐὰν μὲν ὁ τελευτήσας πρὶν τελευτῆσαι τὸν δράσαντα φόνου ἀφιῇ ἑκών, καθάπερ οἱ τὸν ἀκούσιον φόνον ἐξεργασάμενοι καθαρθείς, καὶ τἆλλα ὅσαπερ ἐκεῖνοι πράξας, καθαρὸς ἔστω, ἐὰν δὲ μὴ
869bἀφῇ, πολλοῖς ἔνοχος ἔστω νόμοις ὁ δράσας τι τοιοῦτον· καὶ γὰρ αἰκίας δίκαις ταῖς ἐσχάταις ἔνοχος ἂν γίγνοιτο καὶ ἀσεβείας ὡσαύτως καὶ ἱεροσυλίας, τὴν τοῦ γεννητοῦ ψυχὴν συλήσας, ὥστʼ εἴπερ οἷόν τʼ ἦν τὸ πολλάκις ἀποθνῄσκειν τὸν αὐτόν, καὶ τὸν πατροφόνον ἢ μητροκτόνον, ἐξεργασάμενον θυμῷ τοῦτο, δικαιότατον θανάτων πολλῶν ἦν τυγχάνειν. ᾧ γὰρ μόνῳ οὐδʼ ἀμυνομένῳ θάνατον, μέλλοντι ὑπὸ
869cτῶν γονέων τελευτήσεσθαι, παρέξει νόμος οὐδεὶς κτεῖναι τὸν πατέρα ἢ μητέρα, τοὺς εἰς φῶς τὴν ἐκείνου φύσιν ἀγαγόντας, ἀλλʼ ὑπομείναντα τὰ πάντα πάσχειν πρίν τι δρᾶν τοιοῦτον νομοθετήσει, πῶς τούτῳ δίκης γε ἄλλως προσῆκον τυγχάνειν ἂν γίγνοιτο ἐν νόμῳ; κείσθω δὴ τῷ πατέρα ἢ μητέρα ἀποκτείναντι θυμῷ θάνατος ἡ ζημία. ἀδελφὸς δὲ ἂν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης ἤ τινι τρόπῳ τοιούτῳ,