870cἐσόμενον, ἀλλὰ δικαίως πλουτεῖν καὶ σωφρόνως· καὶ φόνοι οὕτως οὐκ ἂν γίγνοιντο ἐν πόλεσιν φόνοις δεόμενοι καθαίρεσθαι. νῦν δέ, ὅπερ ἀρχόμενοι τούτων εἴπομεν, ἓν μὲν τοῦτʼ ἐστὶ καὶ μέγιστον ὃ ποιεῖ φόνου ἑκουσίου τὰς μεγίστας δίκας. δεύτερον δὲ φιλοτίμου ψυχῆς ἕξις, φθόνους ἐντίκτουσα, χαλεποὺς συνοίκους μάλιστα μὲν αὐτῷ τῷ κεκτημένῳ τὸν φθόνον, δευτέροις δὲ τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει. τρίτον δὲ οἱ δειλοὶ καὶ ἄδικοι φόβοι πολλοὺς δὴ φόνους
870dεἰσὶν ἐξειργασμένοι, ὅταν ᾖ τῳ πραττόμενα ἢ πεπραγμένα ἃ μηδένα βούλονταί σφισιν συνειδέναι γιγνόμενα ἢ γεγονότα· τοὺς οὖν τούτων μηνυτὰς ἀναιροῦσι θανάτοις, ὅταν ἄλλῳ μηδενὶ δύνωνται τρόπῳ. τούτων δὴ πάντων πέρι προοίμια μὲν εἰρημένα ταῦτʼ ἔστω, καὶ πρὸς τούτοις, ὃν καὶ πολλοὶ λόγον τῶν ἐν ταῖς τελεταῖς περὶ τὰ τοιαῦτα ἐσπουδακότων ἀκούοντες σφόδρα πείθονται, τὸ τῶν τοιούτων τίσιν ἐν ᾍδου
870eγίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι, τὴν τοῦ παθόντος ἅπερ αὐτὸς ἔδρασεν, ὑπʼ ἄλλου τοιαύτῃ μοίρᾳ τελευτῆσαι τὸν τότε βίον. πειθομένῳ μὲν δὴ καὶ πάντως φοβουμένῳ ἐξ αὐτοῦ τοῦ προοιμίου τὴν τοιαύτην δίκην οὐδὲν δεῖ τὸν ἐπὶ τούτῳ
871aνόμον ὑμνεῖν, ἀπειθοῦντι δὲ νόμος ὅδε εἰρήσθω τῇ γραφῇ· ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἱερὰ μήτε ἀγορὰν μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάντε τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή—ὁ γὰρ νόμος ἀπαγορεύει καὶ ἀπαγορεύων ὑπὲρ πάσης τῆς πόλεως ἀεὶ φαίνεταί τε καὶ φανεῖται