871b—ὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸς ἀνεψιότητος, πρὸς ἀνδρῶν τε καὶ γυναικῶν προσήκων τῷ τελευτήσαντι, πρῶτον μὲν τὸ μίασμα εἰς αὑτὸν καὶ τὴν τῶν θεῶν ἔχθραν δέχοιτο, ὡς ἡ τοῦ νόμου ἀρὰ τὴν φήμην προτρέπεται, τὸ δὲ δεύτερον ὑπόδικος τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω. ὁ δὲ ἐθέλων τιμωρεῖν, τῶν τε ἐπὶ τούτοις λουτρῶν φυλακῆς πέρι καὶ ὅσων ἂν ἑτέρων
871cὁ θεὸς περὶ ταῦτα νόμιμα παραδῷ, πάντα ἀποτελῶν, καὶ τὴν πρόρρησιν προαγορεύων, ἴτω ἀναγκάζων τὸν δράσαντα ὑπέχειν τὴν τῆς δίκης πρᾶξιν κατὰ νόμον. ταῦτα δὲ ὅτι μὲν γίγνεσθαι χρεών ἐστι διά τινων ἐπευχῶν καὶ θυσιῶν θεοῖς τισιν οἷς τῶν τοιούτων μέλει, φόνους μὴ γίγνεσθαι κατὰ πόλεις, ῥᾴδιον ἀποφαίνεσθαι νομοθέτῃ· τίνες δʼ εἰσὶν οἱ θεοὶ καὶ τίς ὁ τρόπος τῶν τοιούτων δικῶν τῆς εἰσαγωγῆς ὀρθότατα πρὸς τὸ θεῖον ἂν γιγνόμενος εἴη, νομοφύλακες μετʼ
871dἐξηγητῶν καὶ μάντεων καὶ τοῦ θεοῦ νομοθετησάμενοι, τὰς δίκας εἰσαγόντων ταύτας. δικαστὰς δὲ αὐτῶν εἶναι τοὺς αὐτοὺς οὕσπερ τοῖς τὰ ἱερὰ συλῶσιν διαδικάζειν ἐρρήθη κυρίως· ὁ δὲ ὀφλὼν θανάτῳ ζημιούσθω καὶ μὴ ἐν τῇ τοῦ παθόντος χώρᾳ θαπτέσθω, ἀναιδείας ἕνεκα πρὸς τῷ ἀσεβεῖν. φυγὼν δὲ καὶ μὴ ʼθελήσας κρίσιν ὑποσχεῖν φευγέτω ἀειφυγίαν· ἐὰν δέ τις ἐπιβῇ που τῶν τῆς τοῦ φονευθέντος χώρας, ὁ προστυχὼν πρῶτος τῶν οἰκείων τοῦ ἀποθανόντος