871eἢ καὶ τῶν πολιτῶν ἀνατὶ κτεινέτω, ἢ δήσας τοῖς ἄρχουσι τῶν τὴν δίκην κρινάντων κτεῖναι παραδότω. ὁ δὲ ἐπισκηπτόμενος ἅμα καὶ κατεγγυάτω τὸν ᾧ ἂν ἐπισκήπτηται· ὁ δὲ παρεχέτω τοὺς ἐγγυητάς, ἀξιόχρεως οὓς ἂν ἡ τῶν περὶ ταῦτα δικαστῶν ἀρχὴ κρίνῃ, τρεῖς ἐγγυητὰς ἀξιόχρεως παρέξειν ἐγγυωμένους εἰς δίκην· ἐὰν δὲ ἢ μὴ ἐθέλῃ ἢ ἀδυνατῇ τις καθιστάναι, τὴν ἀρχὴν παραλαβοῦσαν δήσασαν φυλάττειν καὶ παρέχειν εἰς τὴν κρίσιν τῆς δίκης. ἐὰν δὲ
872aαὐτόχειρ μὲν μή, βουλεύσῃ δὲ θάνατόν τις ἄλλος ἑτέρῳ καὶ τῇ βουλήσει τε καὶ ἐπιβουλεύσει ἀποκτείνας αἴτιος ὢν καὶ μὴ καθαρὸς τὴν ψυχὴν τοῦ φόνου ἐν πόλει ἐνοικῇ, γιγνέσθων καὶ τούτῳ κατὰ ταὐτὰ αἱ κρίσεις τούτων πέρι πλὴν τῆς ἐγγύης, τῷ δὲ ὀφλόντι ταφῆς τῆς οἰκείας ἐξέστω τυχεῖν, τὰ δὲ ἄλλα κατὰ ταὐτὰ ὡσαύτως τῷ πρόσθεν ῥηθέντι περὶ αὐτὸν γιγνέσθω. τὰ αὐτὰ δὲ ἔστω ταῦτα ξένοισί τε πρὸς ξένους καὶ ἀστοῖσι καὶ ξένοις πρὸς ἀλλήλους, δούλοις
872bτε αὖ πρὸς δούλους, τῆς τε αὐτοχειρίας πέρι καὶ ἐπιβουλεύσεως, πλὴν τῆς ἐγγύης· ταύτην δέ, καθάπερ εἴρηται, τοὺς αὐτόχειρας κατεγγυᾶσθαι, τὸν δὲ προαγορεύοντα τὸν φόνον ἅμα κατεγγυᾶν καὶ τούτους. ἐὰν δὲ δοῦλος ἐλεύθερον ἑκών, εἴτε αὐτόχειρ εἴτε βουλεύσας, ἀποκτείνῃ καὶ ὄφλῃ τὴν δίκην, ὁ τῆς πόλεως κοινὸς δήμιος ἄγων πρὸς τὸ μνῆμα τοῦ ἀποθανόντος, ὅθεν ἂν ὁρᾷ τὸν τύμβον, μαστιγώσας ὁπόσας