872cἂν ὁ ἑλὼν προστάττῃ, ἐάνπερ βιῷ παιόμενος ὁ φονεύς, θανατωσάτω. ἐὰν δέ τις δοῦλον κτείνῃ μηδὲν ἀδικοῦντα, φόβῳ δὲ μὴ μηνυτὴς αἰσχρῶν ἔργων καὶ κακῶν αὐτοῦ γίγνηται, ἤ τινος ἕνεκα ἄλλου τοιούτου, καθάπερ ἂν εἰ πολίτην κτείνας ὑπεῖχε φόνου δίκας, ὡσαύτως καὶ τοῦ τοιούτου δούλου κατὰ τὰ αὐτὰ ἀποθανόντος οὕτως ὑπεχέτω.
ἐὰν δὲ δὴ γίγνηται ἐφʼ οἷσι καὶ νομοθετεῖν δεινὸν καὶ οὐδαμῶς προσφιλές, μὴ νομοθετεῖν δὲ ἀδύνατον, συγγενῶν
872dαὐτόχειρας φόνους ἢ διʼ ἐπιβουλεύσεως γενομένους, ἑκουσίους τε καὶ ἀδίκους πάντως, οἳ τὰ μὲν πολλὰ ἐν κακῶς οἰκούσαις καὶ τρεφομέναις γίγνονται πόλεσιν, γένοιτο δʼ ἄν πού τι καὶ ἐν ᾗ μή τις ἂν προσδοκήσειεν χώρᾳ, λέγειν μὲν δὴ χρεὼν αὖ πάλιν τὸν ἔμπροσθε σμικρῷ ῥηθέντα λόγον, ἂν ἄρα τις ἀκούων ἡμῶν οἷος ἀποσχέσθαι γένηται μᾶλλον ἑκὼν διὰ τὰ τοιαῦτα φόνων τῶν πάντῃ ἀνοσιωτάτων. ὁ γὰρ δὴ
872eμῦθος ἢ λόγος, ἢ ὅτι χρὴ προσαγορεύειν αὐτόν, ἐκ παλαιῶν ἱερέων εἴρηται σαφῶς, ὡς ἡ τῶν συγγενῶν αἱμάτων τιμωρὸς δίκη ἐπίσκοπος νόμῳ χρῆται τῷ νυνδὴ λεχθέντι καὶ ἔταξεν ἄρα δράσαντί τι τοιοῦτον παθεῖν ταὐτὰ ἀναγκαίως ἅπερ ἔδρασεν· εἰ πατέρα ἀπέκτεινέν ποτέ τις, αὐτὸν τοῦτο ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα ἔν τισι χρόνοις, κἂν εἰ μητέρα, γενέσθαι τε αὐτὸν θηλείας μετασχόντα φύσεως ἀναγκαῖον, γενόμενόν τε ὑπὸ τῶν γεννηθέντων λιπεῖν τὸν βίον ἐν χρόνοις ὑστέροις· τοῦ γὰρ κοινοῦ μιανθέντος αἵματος οὐκ εἶναι κάθαρσιν ἄλλην, οὐδὲ ἔκπλυτον ἐθέλειν γίγνεσθαι