Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 872d Pl. Leg. 873b (English) >>Pl. Leg. 873e

873aτὸ μιανθὲν πρὶν φόνον φόνῳ ὁμοίῳ ὅμοιον δράσασα ψυχὴ τείσῃ καὶ πάσης τῆς συγγενείας τὸν θυμὸν ἀφιλασαμένη κοιμίσῃ. ταῦτα δὴ παρὰ θεῶν μέν τινα φοβούμενον τὰς τιμωρίας εἴργεσθαι χρὴ τὰς τοιαύτας· εἰ δέ τινας οὕτως ἀθλία συμφορὰ καταλάβοι, ὥστε πατρὸς μητρὸς ἀδελφῶν τέκνων ἐκ προνοίας ἑκουσίως ψυχὴν τολμῆσαι ἀποστερεῖν σώματος, παρὰ τοῦ θνητοῦ νομοθέτου νόμος ὧδε περὶ τῶν 873bτοιούτων νομοθετεῖ, Προρρήσεις μὲν τὰς περὶ τῶν νομίμων εἴργεσθαι καὶ ἐγγύας τὰς αὐτὰς εἶναι καθάπερ ἐρρήθη τοῖς ἔμπροσθεν· ἐὰν δέ τις ὄφλῃ φόνου τοιούτου, τούτων κτείνας τινά, οἱ μὲν τῶν δικαστῶν ὑπηρέται καὶ ἄρχοντες ἀποκτείναντες, εἰς τεταγμένην τρίοδον ἔξω τῆς πόλεως ἐκβαλλόντων γυμνόν, αἱ δὲ ἀρχαὶ πᾶσαι ὑπὲρ ὅλης τῆς πόλεως, λίθον ἕκαστος φέρων, ἐπὶ τὴν κεφαλὴν τοῦ νεκροῦ βάλλων ἀφοσιούτω τὴν πόλιν ὅλην, μετὰ δὲ τοῦτο εἰς τὰ τῆς χώρας 873cὅρια φέροντες ἐκβαλλόντων τῷ νόμῳ ἄταφον.

τὸν δὲ δὴ πάντων οἰκειότατον καὶ λεγόμενον φίλτατον ὃς ἂν ἀποκτείνῃ, τί χρὴ πάσχειν; λέγω δὲ ὃς ἂν ἑαυτὸν κτείνῃ, τὴν τῆς εἱμαρμένης βίᾳ ἀποστερῶν μοῖραν, μήτε πόλεως ταξάσης δίκῃ, μήτε περιωδύνῳ ἀφύκτῳ προσπεσούσῃ τύχῃ ἀναγκασθείς, μηδὲ αἰσχύνης τινὸς ἀπόρου καὶ ἀβίου μεταλαχών, ἀργίᾳ δὲ καὶ ἀνανδρίας δειλίᾳ ἑαυτῷ δίκην ἄδικον



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 872d Pl. Leg. 873b (English) >>Pl. Leg. 873e

Powered by PhiloLogic