874dπάντως καθαρὸς ἔστω.
τὰ μὲν τοίνυν περὶ τροφήν τε ζώσης ψυχῆς καὶ παιδείαν, ὧν αὐτῇ τυχούσῃ μὲν βιωτόν, ἀτυχησάσῃ δὲ τοὐναντίον, καὶ περὶ θανάτων τῶν βιαίων ἃς δεῖ τιμωρίας γίγνεσθαι, νενομοθετήσθω· τὰ δὲ περὶ τὴν τῶν σωμάτων τροφὴν μὲν καὶ παιδείαν εἴρηται, τὸ δʼ ἐχόμενον τούτων, αἱ βίαιοι πράξεις ὑπʼ ἀλλήλων ἀκούσιοί τε καὶ ἑκούσιοι γιγνόμεναι διοριστέον εἰς δύναμιν αἵ τέ εἰσιν καὶ ὅσαι, καὶ ὧν ἂν
874eτυγχάνουσαι τιμωρήσεων τὸ πρόσφορον ἔχοιεν ἂν ἕκασται, ταῦτα μετʼ ἐκεῖνα, ὡς ἔοικεν, ὀρθῶς ἂν νομοθετοῖτο.
τραύματα δὴ καὶ πηρώσεις ἐκ τραυμάτων τά γε δεύτερα μετὰ θανάτους καὶ ὁ φαυλότατος ἂν τάξειεν τῶν ἐπὶ νόμον τρεπομένων. τὰ δὴ τραύματα, καθάπερ οἱ φόνοι διῄρηντο, διαιρετέον, τὰ μὲν ἀκούσια, τὰ δὲ θυμῷ, τὰ δὲ φόβῳ, τὰ δὲ ὁπόσα ἐκ προνοίας ἑκούσια συμβαίνει γιγνόμενα· προρρητέον δή τι περὶ πάντων τῶν τοιούτων τοιόνδε, ὡς ἄρα νόμους ἀνθρώποις ἀναγκαῖον τίθεσθαι καὶ ζῆν κατὰ νόμους
875aἢ μηδὲν διαφέρειν τῶν πάντῃ ἀγριωτάτων θηρίων. ἡ δὲ αἰτία τούτων ἥδε, ὅτι φύσις ἀνθρώπων οὐδενὸς ἱκανὴ φύεται ὥστε γνῶναί τε τὰ συμφέροντα ἀνθρώποις εἰς πολιτείαν καὶ γνοῦσα, τὸ βέλτιστον ἀεὶ δύνασθαί τε καὶ ἐθέλειν πράττειν. γνῶναι μὲν γὰρ πρῶτον χαλεπὸν ὅτι πολιτικῇ καὶ ἀληθεῖ τέχνῃ οὐ τὸ ἴδιον ἀλλὰ τὸ κοινὸν ἀνάγκη μέλειν—τὸ μὲν γὰρ κοινὸν συνδεῖ, τὸ δὲ ἴδιον διασπᾷ τὰς πόλεις—καὶ ὅτι συμφέρει τῷ κοινῷ τε καὶ ἰδίῳ, τοῖν ἀμφοῖν, ἢν τὸ κοινὸν