Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.]. | ||
<<Pl. Leg. 875b | Pl. Leg. 875e (English) | >>Pl. Leg. 876c |
875dδοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι , ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν . νῦν δὲ οὐ γάρ ἐστιν οὐδαμοῦ οὐδαμῶς , ἀλλʼ ἢ κατὰ βραχύ · διὸ δὴ τὸ δεύτερον αἱρετέον , τάξιν τε καὶ νόμον , ἃ δὴ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ὁρᾷ καὶ βλέπει , τὸ δʼ ἐπὶ πᾶν ἀδυνατεῖ . ταῦτα δὴ τῶνδε εἵνεκα εἴρηται · νῦν ἡμεῖς τάξομεν τί χρὴ τὸν τρώσαντα ἤ τι βλάψαντα ἕτερον ἄλλον παθεῖν ἢ ἀποτίνειν . πρόχειρον δὴ παντὶ περὶ παντὸς ὑπολαβεῖν ὀρθῶς , “τὸν τί τρώσαντα ἢ
875eτίνα ἢ πῶς ἢ πότε λέγεις ; μυρία γὰρ ἕκαστά ἐστι τούτων καὶ πάμπολυ διαφέροντα ἀλλήλων .” ταῦτʼ οὖν δὴ δικαστηρίοις ἐπιτρέπειν κρίνειν πάντα ἢ μηδὲν ἀδύνατον . ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι , τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων · τὸ δὲ μηδὲν ἐπιτρέπειν
876aαὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι , ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων , σχεδὸν ἀδύνατον .Κλεινίας
Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.]. | ||
<<Pl. Leg. 875b | Pl. Leg. 875e (English) | >>Pl. Leg. 876c |