Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 875e Pl. Leg. 876c (English) >>Pl. Leg. 877a

876bπόλει ἐν δικαστήρια φαῦλα καὶ ἄφωνα, κλέπτοντα τὰς αὑτῶν δόξας, κρύβδην τὰς κρίσεις διαδικάζει καί, τούτου δεινότερον, ὅταν μηδὲ σιγῶντα ἀλλὰ θορύβου μεστὰ καθάπερ θέατρα ἐπαινοῦντά τε βοῇ καὶ ψέγοντα τῶν ῥητόρων ἑκάτερον ἐν μέρει κρίνῃ, χαλεπὸν τότε πάθος ὅλῃ τῇ πόλει γίγνεσθαι φιλεῖ. τοῖς οὖν δὴ τοιούτοις δικαστηρίοις νομοθετεῖν ὑπό τινος ἀνάγκης ληφθέντα οὐκ εὐτυχὲς μέν, ὅμως δὲ ἐξ ἀνάγκης 876cεἰλημμένον ὅτι περὶ σμικρότατα ἐπιτρεπτέον αὐτοῖς τάττειν τὰς ζημίας, τὰ δὲ πλεῖστα αὐτὸν νομοθετεῖν διαρρήδην, ἄν τις ἄρα τοιαύτῃ πολιτείᾳ νομοθετῇ ποτε· ἐν δὲ ἂν πόλει δικαστήρια εἰς δύναμιν ὀρθῶς καθεστῶτα , τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσης ἀκριβείας, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶς τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖς τοιούτοις δικασταῖς τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺς ἀποτίνειν. ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον 876dτὸ μὴ νομοθετεῖν αὐτοῖς τὰ μέγιστα καὶ πλεῖστα, καὶ φαυλοτέρως ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθους τε καὶ πράξεως· ἐπειδὴ δὲ οἷς ἡμεῖς νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖς αὐτοὺς οἰόμεθʼ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάς, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα. οὐ μὴν ἀλλʼ ὅπερ πολλάκις εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 875e Pl. Leg. 876c (English) >>Pl. Leg. 877a

Powered by PhiloLogic