Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 876c Pl. Leg. 877b (English) >>Pl. Leg. 877d

876eνομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους. δὴ γραφὴ περὶ τραύματος ὧδε ἡμῖν κείσθω· ἐάν τις διανοηθεὶς τῇ βουλήσει κτεῖναί τινα φίλιον, πλὴν ὧν νόμος ἐφίησιν, τρώσῃ μέν, ἀποκτεῖναι δὲ ἀδυνατήσῃ, τὸν διανοηθέντα τε καὶ τρώσαντα οὕτως οὐκ ἄξιον 877aἐλεεῖν, οὐδὲ αἰδούμενον ἄλλως καθάπερ ἀποκτείναντα ὑπέχειν τὴν δίκην φόνου ἀναγκάζειν· τὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον καὶ τὸν δαίμονα, ὃς αὐτὸν καὶ τὸν τρωθέντα ἐλεήσας ἀπότροπος αὐτοῖς ἐγένετο μὴ τῷ μὲν ἀνίατον ἕλκος γενέσθαι, τῷ δὲ ἐπάρατον τύχην καὶ συμφοράν, τούτῳ δὴ χάριν τῷ δαίμονι διδόντα καὶ μὴ ἐναντιούμενον, τὸν μὲν θάνατον ἀφελεῖν τοῦ τρώσαντος, μετάστασιν 877bδὲ εἰς τὴν γείτονα πόλιν αὐτῷ γίγνεσθαι διὰ βίου, καρπούμενον ἅπασαν τὴν αὑτοῦ κτῆσιν. βλάβος δέ, εἰ κατέβλαψεν τὸν τρωθέντα, ἐκτίνειν τῷ βλαφθέντι, τιμᾶν δὲ τὸ δικαστήριον ὅπερ ἂν τὴν δίκην κρίνῃ, κρίνειν δὲ οἵπερ ἂν τοῦ φόνου ἐδίκασαν εἰ ἐτελεύτησεν ἐκ τῆς πληγῆς τοῦ τραύματος. γονέας δʼ ἂν παῖς δοῦλος δεσπότην ὡσαύτως ἐκ προνοίας τρώσῃ, θάνατον εἶναι τὴν ζημίαν· καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἀδελφὴν ἀδελφὴ ἀδελφὸν ἀδελφὴν ὡσαύτως τρώσῃ,


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 876c Pl. Leg. 877b (English) >>Pl. Leg. 877d

Powered by PhiloLogic