Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 878c Pl. Leg. 879a (English) >>Pl. Leg. 879d

878eκαὶ ἄνδρας συνελθόντας, κρίναντας παραδιδόναι τιμᾶν τοῖς γεννήσασι κατὰ φύσιν· ἐὰν δὲ ἀμφισβητήσιμος τίμησις γίγνηται, τοὺς πρὸς ἀνδρῶν εἶναι τιμῶντας κυρίους, ἐὰν δὲ ἀδυνατῶσιν αὐτοί, τοῖς νομοφύλαξιν τελευτῶντας ἐπιτρέπειν. ἐκγόνοις δὲ πρὸς γονέας εἶναι τῶν τοιούτων τραυμάτων δικαστὰς μὲν τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας ἐπάναγκες, οἷς ἂν παῖδες μὴ ποιητοί, ἀληθινοὶ δέ, ὦσιν, ἂν δέ τις ὄφλῃ, τιμᾶν εἰ τεθνάναι χρὴ τὸν τοιοῦτον εἴτε τι μεῖζον ἕτερον τούτου πάσχειν καὶ μὴ πολλῷ σμικρότερον· καὶ τῶν 879aσυγγενῶν τοῦ δράσαντος μηδένα δικάζειν, μηδʼ ἐὰν γεγονὼς τὸν χρόνον ὅσον νόμος εἴρηκεν. δοῦλος δʼ ἐάν τις ἐλεύθερον ὀργῇ τρώσῃ, παραδότω τὸν δοῦλον κεκτημένος τῷ τρωθέντι χρῆσθαι ὅτι ἂν ἐθέλῃ· ἐὰν δὲ μὴ παραδιδῷ, αὐτὸς τὴν βλάβην ἐξιάσθω. ἐὰν δὲ ἐκ συνθήκης αἰτιᾶται τοῦ δούλου καὶ τοῦ τρωθέντος μηχανὴν εἶναί τις τὸ γεγονός, ἀμφισβητησάτω· ἐὰν δὲ μὴ ἕλῃ, τριπλασίαν ἐκτεισάτω τὴν βλάβην, ἑλὼν δέ, ἀνδραποδισμοῦ ὑπόδικον ἐχέτω τὸν τεχνάζοντα 879bμετὰ τοῦ δούλου. ὃς δʼ ἂν ἄκων ἄλλος ἄλλον τρώσῃ, τὸ βλάβος ἁπλοῦν ἀποτινέτωτύχης γὰρ νομοθέτης οὐδεὶς ἱκανὸς ἄρχεινδικασταὶ δὲ ὄντων οἵπερ τοῖς ἐκγόνοις πρὸς τοὺς γεννήτορας ἐρρήθησαν, καὶ τιμώντων τὴν ἀξίαν τῆς βλάβης.

βίαια μὲν δὴ πάνθʼ ἡμῖν τὰ προειρημένα πάθη, βίαιον δὲ καὶ τὸ τῆς αἰκίας πᾶν γένος. ὧδε οὖν χρὴ περὶ τῶν τοιούτων πάντα ἄνδρα καὶ παῖδα καὶ γυναῖκα ἀεὶ διανοεῖσθαι, τὸ πρεσβύτερον ὡς οὐ σμικρῷ τοῦ νεωτέρου ἐστὶ πρεσβευόμενον



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 878c Pl. Leg. 879a (English) >>Pl. Leg. 879d

Powered by PhiloLogic