Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 879d Pl. Leg. 880b (English) >>Pl. Leg. 880e

880aἄπαιδα προέχοντα ἡλικίᾳ ἑαυτοῦ ἐὰν τύπτῃ, γέρων τε γέροντα καὶ ἐὰν νέος νέον, ἀμυνέσθω κατὰ φύσιν ἄνευ βέλους ψιλαῖς ταῖς χερσίν· δὲ ὑπὲρ τετταράκοντα γεγονὼς ἔτη ἐὰν τολμᾷ τῳ μάχεσθαι, εἴτε ἄρχων εἴτε ἀμυνόμενος, ἄγροικος καὶ ἀνελεύθερος ἂν λεγόμενος ἀνδραποδώδης τε, δίκης ἂν ἐπονειδίστου τυγχάνων τὸ πρέπον ἔχοι. καὶ ἐὰν μέν τις τοιούτοις παραμυθίοις εὐπειθὴς γίγνηται, εὐήνιος ἂν εἴη· δὲ δυσπειθὴς καὶ μηδὲν προοιμίου φροντίζων δέχοιτʼ ἂν τὸν τοιόνδε 880bἑτοίμως νόμον· ἐάν τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν πλείοσιν ἑαυτοῦ, πρῶτον μὲν προστυγχάνων, ἐὰν μὴ ἧλιξ μηδὲ νεώτερος τῶν μαχομένων, διειργέτω κακὸς ἔστω κατὰ νόμον· ἐὰν δὲ ἐν τῇ τοῦ πληγέντος ἡλικίᾳ ἔτι νεώτερος, ἀμυνέτω ὡς ἀδελφῷ πατρὶ ἔτι ἀνωτέρω τῷ ἀδικουμένῳ. πρὸς δʼ ἔτι δίκην ὑπεχέτω τῆς αἰκίας τὸν πρεσβύτερον, ὡς εἴρηται, τολμήσας τύπτειν, καὶ ἐὰν ὄφλῃ 880cτὴν δίκην, δεδέσθω μηδὲν ἐνιαυτοῦ σμικρότερον· ἐὰν δὲ οἱ δικασταὶ τιμήσωσιν πλείονος, ἔστω κύριος τιμηθεὶς αὐτῷ χρόνος. ἐὰν δὲ ξένος τῶν μετοίκων τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν πλείοσιν ἑαυτοῦ, περὶ μὲν τῶν παραγενομένων τῆς βοηθείας αὐτὸς νόμος ἐχέτω τὴν αὐτὴν δύναμιν, δὲ τὴν τοιαύτην δίκην ἡττηθείς, ξένος μὲν ὢν καὶ μὴ σύνοικος, δύο ἔτη δεδεμένος ἐκτινέτω ταύτην αὐτὴν τὴν δίκην, δὲ μέτοικός τε ὢν καὶ ἀπειθῶν τοῖς νόμοις τρία


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 879d Pl. Leg. 880b (English) >>Pl. Leg. 880e

Powered by PhiloLogic