881cὁ δὲ μὴ μέτοικος βοηθῶν μὲν ἔπαινον ἐχέτω, μὴ βοηθῶν δέ, ψόγον· δοῦλος δὲ βοηθήσας μὲν ἐλεύθερος γιγνέσθω, μὴ βοηθήσας δὲ πληγὰς ἑκατὸν τῇ μάστιγι τυπτέσθω, ἐν ἀγορᾷ μὲν ἂν γίγνηται τὸ γενόμενον, ὑπʼ ἀγορανόμων, ἐὰν δʼ ἐκτὸς ἀγορᾶς ἐν ἄστει, τῶν ἀστυνόμων κολάζειν τὸν ἐπιδημοῦντα, ἐὰν δὲ κατʼ ἀγροὺς τῆς χώρας που, τοὺς τῶν ἀγρονόμων ἄρχοντας. ἐὰν δʼ ἐπιχώριος ὁ παρατυγχάνων ᾖ τις, ἐάντε
881dπαῖς ἐάντε ἀνὴρ ἐάντʼ οὖν γυνή, ἀμυνέτω πᾶς τὸν ἀνόσιον ἐπονομάζων· ὁ δὲ μὴ ἀμύνων ἀρᾷ ἐνεχέσθω Διὸς ὁμογνίου καὶ πατρῴου κατὰ νόμον. ἐὰν δέ τις ὄφλῃ δίκην αἰκίας γονέων, πρῶτον μὲν φευγέτω ἀειφυγίαν ἐξ ἄστεος εἰς τὴν ἄλλην χώραν καὶ πάντων ἱερῶν εἰργέσθω· μὴ δὲ εἰργόμενον κολαζόντων αὐτὸν ἀγρονόμοι πληγαῖς καὶ πάντως ὡς ἂν ἐθέλωσιν, κατελθὼν δὲ θανάτῳ ζημιούσθω. ἐὰν δέ τις τῷ τοιούτῳ, ὅσοι ἐλεύθεροι, συμφάγῃ ἢ συμπίῃ ἤ τινα
881eτοιαύτην ἄλλην κοινωνίαν κοινωνήσῃ, ἢ καὶ μόνον ἐντυγχάνων που προσάπτηται ἑκών, μήτε εἰς ἱερὸν ἔλθῃ μηδὲν μήτʼ εἰς ἀγορὰν μήτʼ εἰς πόλιν ὅλως πρότερον ἢ καθήρηται, νομίζων κεκοινωνηκέναι ἀλιτηριώδους τύχης· ἐὰν δὲ ἀπειθῶν νόμῳ ἱερὰ καὶ πόλιν μιαίνῃ παρανόμως, ὃς ἂν τῶν ἀρχόντων αἰσθόμενος μὴ ἐπάγῃ δίκην τῷ τοιούτῳ, ἐν εὐθύναις ἔστω