885cΚλεινίας
τί οὖν δὴ δρῷμεν ἂν ἢ καὶ λέγοιμεν πρὸς αὐτούς;
Ἀθηναῖος
ὠγαθέ, ἐπακούσωμεν αὐτῶν πρῶτον ἃ τῷ καταφρονεῖν ἡμῶν προσπαίζοντας αὐτοὺς λέγειν μαντεύομαι.
Κλεινίας
ποῖα δή;
Ἀθηναῖος
ταῦτα τάχʼ ἂν ἐρεσχηλοῦντες εἴποιεν· ὦ ξένε Ἀθηναῖε καὶ Λακεδαιμόνιε καὶ Κνώσιε, ἀληθῆ λέγετε. ἡμῶν γὰρ οἱ μὲν τὸ παράπαν θεοὺς οὐδαμῶς νομίζομεν, οἱ δὲ οἵους ὑμεῖς λέγετε. ἀξιοῦμεν δή, καθάπερ ὑμεῖς ἠξιώκατε
885dπερὶ νόμων, πρὶν ἀπειλεῖν ἡμῖν σκληρῶς, ὑμᾶς πρότερον ἐπιχειρεῖν πείθειν καὶ διδάσκειν ὡς εἰσὶ θεοί, τεκμήρια λέγοντες ἱκανά, καὶ ὅτι βελτίους ἢ παρὰ τὸ δίκαιον ὑπό τινων δώρων παρατρέπεσθαι κηλούμενοι. νῦν μὲν γὰρ ταῦτα ἀκούοντές τε καὶ τοιαῦθʼ ἕτερα τῶν λεγομένων ἀρίστων εἶναι ποιητῶν τε καὶ ῥητόρων καὶ μάντεων καὶ ἱερέων καὶ ἄλλων μυριάκις μυρίων, οὐκ ἐπὶ τὸ μὴ δρᾶν τὰ ἄδικα τρεπόμεθα οἱ
885eπλεῖστοι, δράσαντες δʼ ἐξακεῖσθαι πειρώμεθα. παρὰ δὲ δὴ νομοθετῶν, φασκόντων εἶναι μὴ ἀγρίων ἀλλὰ ἡμέρων, ἀξιοῦμεν πειθοῖ πρῶτον χρῆσθαι πρὸς ἡμᾶς, εἰ μὴ πολλῷ βελτίω τῶν ἄλλων λέγοντας περὶ θεῶν ὡς εἰσίν, ἀλλʼ οὖν βελτίω γε πρὸς ἀλήθειαν, καὶ τάχα πειθοίμεθʼ ἂν ἴσως ὑμῖν. ἀλλʼ ἐπιχειρεῖτε, εἴ τι μέτριον λέγομεν, εἰπεῖν ἃ προκαλούμεθα.Κλεινίας
οὐκοῦν, ὦ ξένε, δοκεῖ ῥᾴδιον εἶναι ἀληθεύοντας λέγειν ὡς εἰσὶν θεοί;