Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 885d Pl. Leg. 886b (English) >>Pl. Leg. 886e

886a

Ἀθηναῖος

πῶς;

Κλεινίας

πρῶτον μὲν γῆ καὶ ἥλιος ἄστρα τε καὶ τὰ σύμπαντα, καὶ τὰ τῶν ὡρῶν διακεκοσμημένα καλῶς οὕτως, ἐνιαυτοῖς τε καὶ μησὶν διειλημμένα· καὶ ὅτι πάντες Ἕλληνές τε καὶ βάρβαροι νομίζουσιν εἶναι θεούς.

Ἀθηναῖος

φοβοῦμαί γε, μακάριε, τοὺς μοχθηρούςοὐ γὰρ δή ποτε εἴποιμʼ ἂν ὥς γε αἰδοῦμαιμή πως ἡμῶν καταφρονήσωσιν. ὑμεῖς μὲν γὰρ οὐκ ἴστε αὐτῶν πέρι τὴν τῆς διαφορᾶς αἰτίαν, ἀλλʼ ἡγεῖσθε ἀκρατείᾳ μόνον ἡδονῶν τε 886bκαὶ ἐπιθυμιῶν ἐπὶ τὸν ἀσεβῆ βίον ὁρμᾶσθαι τὰς ψυχὰς αὐτῶν.

Κλεινίας

τὸ δὲ τί πρὸς τούτοις αἴτιον ἄν, ξένε, εἴη;

Ἀθηναῖος

σχεδὸν παντάπασιν ὑμεῖς ἔξω ζῶντες οὐκ ἂν εἰδείητε, ἀλλὰ ὑμᾶς ἂν λανθάνοι.

Κλεινίας

τί δὴ τοῦτο φράζεις τὰ νῦν;

Ἀθηναῖος

ἀμαθία τις μάλα χαλεπή, δοκοῦσα εἶναι μεγίστη φρόνησις.

Κλεινίας

πῶς λέγεις;

Ἀθηναῖος

εἰσὶν ἡμῖν ἐν γράμμασιν λόγοι κείμενοι, οἳ παρʼ ὑμῖν οὐκ εἰσὶν διʼ ἀρετὴν πολιτείας, ὡς ἐγὼ μανθάνω, οἱ μὲν ἔν 886cτισι μέτροις, οἱ δὲ καὶ ἄνευ μέτρων λέγοντες περὶ θεῶν, οἱ μὲν παλαιότατοι ὡς γέγονεν πρώτη φύσις οὐρανοῦ τῶν τε ἄλλων, προϊόντες δὲ τῆς ἀρχῆς οὐ πολὺ θεογονίαν διεξέρχονται, γενόμενοί τε ὡς πρὸς ἀλλήλους ὡμίλησαν· τοῖς ἀκούουσιν εἰ μὲν εἰς ἄλλο τι καλῶς μὴ καλῶς ἔχει, οὐ ῥᾴδιον ἐπιτιμᾶν παλαιοῖς οὖσιν, εἰς μέντοι γονέων τε θεραπείας καὶ τιμὰς οὐκ ἂν ἔγωγέ ποτε ἐπαινῶν εἴποιμι οὔτε ὡς ὠφέλιμα οὔτε ὡς τὸ παράπαν ὄντως εἴρηται. τὰ



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 885d Pl. Leg. 886b (English) >>Pl. Leg. 886e

Powered by PhiloLogic