Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 890e Pl. Leg. 891c (English) >>Pl. Leg. 892a

891b

Ἀθηναῖος

καὶ μάλα γε, Μέγιλλε, ποιητέον τε ὡς λέγει. καὶ γὰρ εἰ μὴ κατεσπαρμένοι ἦσαν οἱ τοιοῦτοι λόγοι ἐν τοῖς πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις, οὐδὲν ἂν ἔδει τῶν ἐπαμυνούντων λόγων ὡς εἰσὶν θεοί· νῦν δὲ ἀνάγκη. νόμοις οὖν διαφθειρομένοις τοῖς μεγίστοις ὑπὸ κακῶν ἀνθρώπων τίνα καὶ μᾶλλον προσήκει βοηθεῖν νομοθέτην;

Μέγιλλος

οὐκ ἔστιν.

Ἀθηναῖος

ἀλλὰ δὴ λέγε μοι πάλιν, Κλεινία, καὶ σύκοινωνὸν 891cγὰρ δεῖ σε εἶναι τῶν λόγωνκινδυνεύει γὰρ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα ἡγεῖσθαι τῶν πάντων εἶναι, καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτά, ψυχὴν δὲ ἐκ τούτων ὕστερον. ἔοικεν δὲ οὐ κινδυνεύειν ἀλλὰ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ.

Κλεινίας

πάνυ μὲν οὖν.

Ἀθηναῖος

ἆρʼ οὖν πρὸς Διὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνηυρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων· οὐ 891dγὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτόμενοι ἀσεβῶν, ἄλλοις τε ἐξάρχοντες, μηδὲ εὖ τοῖς λόγοις ἀλλʼ ἐξημαρτημένως χρώμενοι. δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν.

Κλεινίας

εὖ λέγεις· ἀλλʼ ὅπῃ, πειρῶ φράζειν.

Ἀθηναῖος

ἔοικεν τοίνυν ἀηθεστέρων ἁπτέον εἶναι λόγων.

Κλεινίας

οὐκ ὀκνητέον, ξένε. μανθάνω γὰρ ὡς νομοθεσίας ἐκτὸς οἰήσῃ βαίνειν, ἐὰν τῶν τοιούτων ἁπτώμεθα



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 890e Pl. Leg. 891c (English) >>Pl. Leg. 892a

Powered by PhiloLogic