894bλαβεῖν μετʼ ἀριθμοῦ, πλήν γε, ὦ φίλοι, δυοῖν;Κλεινίας
ποίαιν δή;
Ἀθηναῖος
σχεδόν, ὠγαθέ, ἐκείναιν ὧν ἕνεκα πᾶσα ἡμῖν ἐστιν ἡ σκέψις τὰ νῦν.
Κλεινίας
λέγε σαφέστερον.
Ἀθηναῖος
ψυχῆς ἦν ἕνεκά που;
Κλεινίας
πάνυ μὲν οὖν.
Ἀθηναῖος
ἔστω τοίνυν ἡ μὲν ἕτερα δυναμένη κινεῖν κίνησις, ἑαυτὴν δὲ ἀδυνατοῦσα, ἀεὶ μία τις, ἡ δὲ αὑτήν τʼ ἀεὶ καὶ ἕτερα δυναμένη κατά τε συγκρίσεις ἔν τε διακρίσεσιν αὔξαις τε καὶ τῷ ἐναντίῳ καὶ γενέσεσι καὶ φθοραῖς ἄλλη μία τις
894cαὖ τῶν πασῶν κινήσεων.Κλεινίας
ἔστω γὰρ οὖν.
Ἀθηναῖος
οὐκοῦν τὴν μὲν ἕτερον ἀεὶ κινοῦσαν καὶ μεταβαλλομένην ὑφʼ ἑτέρου θήσομεν ἐνάτην αὖ, τήν τε ἑαυτὴν κινοῦσαν καὶ ἕτερον, ἐναρμόττουσαν πᾶσιν μὲν ποιήμασι, πᾶσιν δὲ παθήμασι, καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ κίνησιν, ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν.
Κλεινίας
παντάπασι μὲν οὖν.
Ἀθηναῖος
τῶν δὴ δέκα μάλιστα ἡμῖν κινήσεων τίνʼ ἂν προκρίναιμεν
894dὀρθότατα πασῶν ἐρρωμενεστάτην τε εἶναι καὶ πρακτικὴν διαφερόντως;Κλεινίας
μυρίῳ ἀνάγκη που φάναι διαφέρειν τὴν αὐτὴν αὑτὴν δυναμένην κινεῖν, τὰς δὲ ἄλλας πάσας ὑστέρας.
Ἀθηναῖος
εὖ λέγεις. ἆρʼ οὖν ἡμῖν τῶν νῦν οὐκ ὀρθῶς ῥηθέντων μεταθετέον ἓν ἢ καὶ δύο;
Κλεινίας
ποῖα φῄς;
Ἀθηναῖος
τὸ τῆς δεκάτης ῥηθὲν σχεδὸν οὐκ ὀρθῶς εἴρηται.
Κλεινίας
πῇ;
Ἀθηναῖος
πρῶτον γενέσει τέ ἐστιν καὶ ῥώμῃ κατὰ λόγον· τὸ