Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 900b Pl. Leg. 900e (English) >>Pl. Leg. 901c

900dδέ, τῶν μεγέθει διαφερόντων. ἤκουε γάρ που καὶ παρῆν τοῖς νυνδὴ λεγομένοις, ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν οἰκειοτάτην αὑτῶν οὖσαν κέκτηνται.

Κλεινίας

καὶ σφόδρα γε ἐπήκουεν.

Ἀθηναῖος

τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαί φαμεν ἀρετῆς, τὰ δʼ ἐναντία κακίας;

Κλεινίας

φαμέν. 900e

Ἀθηναῖος

τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;

Κλεινίας

πάνυ μὲν οὖν.

Ἀθηναῖος

καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;

Κλεινίας

ἀνάγκη.

Ἀθηναῖος

καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;

Κλεινίας

καὶ ταῦθʼ οὕτως ὁμολογοῖ πᾶς ἄν.

Ἀθηναῖος

τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν, πῶς λέγεις;

Κλεινίας

καὶ πῶς;

Ἀθηναῖος

ἀλλʼ εἰς τοὐναντίον;

Κλεινίας

ναί. 901a

Ἀθηναῖος

τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;

Κλεινίας

τοὐναντίον.

Ἀθηναῖος

τί οὖν δή; τρυφῶν καὶ ἀμελὴς ἀργός τε, ὃν ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτʼ ἂν τοιοῦτος πᾶς ἡμῖν;

Κλεινίας

ὀρθότατά γε εἰπών.

Ἀθηναῖος

οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον, γέ τοι αὐτὸς μισεῖ, τῷ τέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον.

Κλεινίας

οὐ μὲν δή· πῶς γὰρ ἄν;



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 900b Pl. Leg. 900e (English) >>Pl. Leg. 901c

Powered by PhiloLogic