Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 900e Pl. Leg. 901c (English) >>Pl. Leg. 902a

901b

Ἀθηναῖος

δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, δὲ τούτου γε νοῦς τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε. ἆρʼ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει πράττων, εἴτε θεὸς εἴτʼ ἄνθρωπος;

Κλεινίας

ποίω δὴ λέγομεν;

Ἀθηναῖος

διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων 901cτῶν σμικρῶν, ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, δὲ ἀμελεῖ. ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; οὐ γάρ που ὅταν γε ἀδύνατον τῶν ἁπάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν μεγάλων, μὴ ἐπιμελουμένῳ ὧν ἂν δυνάμει θεὸς φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.

Κλεινίας

πῶς γὰρ ἄν;

Ἀθηναῖος

νῦν δὴ δύʼ ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν 901dοἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἅτερος, δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γιγνώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἱ αἰσθήσεις τε καὶ ἐπιστῆμαι· ταύτῃ λέγετε ἔχειν ταῦτα, πῶς;

Κλεινίας

οὕτως.

Ἀθηναῖος

τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστιν θνητοῖς τε καὶ ἀθανάτοις;

Κλεινίας

πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 900e Pl. Leg. 901c (English) >>Pl. Leg. 902a

Powered by PhiloLogic