Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 902a Pl. Leg. 902d (English) >>Pl. Leg. 903b

902cτοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις γε οὖσι καὶ ἀρίστοις. σκοπῶμεν γὰρ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις.

Κλεινίας

τὸ ποῖον;

Ἀθηναῖος

τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρʼ οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε;

Κλεινίας

πῶς λέγεις;

Ἀθηναῖος

ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον τῶν ἐναντίων. 902d

Κλεινίας

καὶ πολύ γε.

Ἀθηναῖος

ἰατρῷ δὲ προστεταγμένον ὅλον τι θεραπεύειν, βουλομένῳ καὶ δυναμένῳ τῶν μὲν μεγάλων ἐπιμελεῖσθαι, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελοῦντι, ἕξει ποτὲ καλῶς αὐτῷ τὸ πᾶν;

Κλεινίας

οὐδαμῶς.

Ἀθηναῖος

οὐ μὴν οὐδὲ κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδʼ οἰκονόμοις, οὐδʼ αὖ τισὶν πολιτικοῖς οὐδʼ ἄλλῳ τῶν τοιούτων οὐδενί, χωρὶς τῶν ὀλίγων καὶ σμικρῶν πολλὰ μεγάλα· οὐδὲ 902eγὰρ ἄνευ σμικρῶν τοὺς μεγάλους φασὶν λιθολόγοι λίθους εὖ κεῖσθαι.

Κλεινίας

πῶς γὰρ ἄν;

Ἀθηναῖος

μὴ τοίνυν τόν γε θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὑτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσιν, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τʼ ἐπιμελεῖσθαι καὶ δυνάμενον,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 902a Pl. Leg. 902d (English) >>Pl. Leg. 903b

Powered by PhiloLogic