Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 905a Pl. Leg. 905d (English) >>Pl. Leg. 906b

905cγιγνώσκειν δὲ αὐτήν, πάντων ἀνδρειότατε, πῶς οὐ δεῖν δοκεῖς; ἥν τις μὴ γιγνώσκων οὐδʼ ἂν τύπον ἴδοι ποτέ, οὐδὲ λόγον συμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ σύμπασα ἡμῶν ἥδε γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅτι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς συλλαμβάνοι· εἰ δʼ ἐπιδεὴς ἔτι λόγου τινὸς ἂν εἴης, λεγόντων ἡμῶν 905dπρὸς τὸν τρίτον ἐπάκουε, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις. ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶν καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἔγωγε οὐ παντάπασιν φαύλως ἂν φαίην ἡμῖν ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὖ θεοὺς εἶναι τοῖσιν ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον.

Κλεινίας

κάλλιστʼ εἶπες, ποιῶμέν τε ὡς λέγεις.

Ἀθηναῖος

φέρε δὴ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ 905eγίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ; καὶ τίνες ποῖοί τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσοντας τὸν ἅπαντα ἐντελεχῶς οὐρανόν.

Κλεινίας

οὕτως.

Ἀθηναῖος

ἀλλʼ ἄρα τίσιν προσφερεῖς τῶν ἀρχόντων; τίνες τούτοις, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων πλοίων κυβερνῆται; τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν· εἴη δʼ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 905a Pl. Leg. 905d (English) >>Pl. Leg. 906b

Powered by PhiloLogic