914aδὲ τῆς ἄλλης χώρας, ἀγρονόμοις τε καὶ τοῖς τούτων ἄρχουσι δηλωσάτω. δηλωθέντων δέ, ἡ πόλις εἰς Δελφοὺς πεμπέτω· ὅτι δʼ ἂν ὁ θεὸς ἀναιρῇ περί τε τῶν χρημάτων καὶ τοῦ κινήσαντος, τοῦτο ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύσας δέ, κακίας· δοῦλος δʼ ἐὰν ᾖ, μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτʼ ἂν ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν, μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω.
914bτούτῳ δʼ ἑπόμενον ἑξῆς ἂν γίγνοιτο τὸ περὶ σμικρὰ καὶ μεγάλα ταὐτὸν τοῦτο νόμιμον συνακολουθεῖν. ἄν τις τῶν αὑτοῦ τι καταλείπῃ που ἑκὼν εἴτʼ ἄκων, ὁ προστυγχάνων ἐάτω κεῖσθαι, νομίζων φυλάττειν ἐνοδίαν δαίμονα τὰ τοιαῦτα ὑπὸ τοῦ νόμου τῇ θεῷ καθιερωμένα. ἂν δὲ παρὰ ταῦτά τις ἀπειθῶν ἀναιρούμενος οἴκαδε φέρῃ, ἂν μὲν σμικρᾶς τιμῆς ἄξιον ὢν δοῦλος, ὑπὸ τοῦ προστυγχάνοντος μὴ ἔλαττον τριακονταέτους πολλὰς πληγὰς μαστιγούσθω·
914cἐὰν δέ τις ἐλεύθερος, πρὸς τῷ ἀνελεύθερος εἶναι δοκεῖν καὶ ἀκοινώνητος νόμων, δεκαπλάσιον τῆς τιμῆς τοῦ κινηθέντος ἀποτινέτω τῷ καταλιπόντι. ἐὰν δέ τις ἐπαιτιᾶται τῶν αὑτοῦ χρημάτων ἔχειν τινὰ πλέον ἢ καὶ σμικρότερον, ὁ δὲ ὁμολογῇ μὲν ἔχειν, μὴ τὸ ἐκείνου δέ, ἂν μὲν ἀπογεγραμμένον ᾖ παρὰ τοῖς ἄρχουσιν τὸ κτῆμα κατὰ νόμον, τὸν ἔχοντα καλείσθω πρὸς τὴν ἀρχήν, ὁ δὲ καθιστάτω. γενομένου δὲ ἐμφανοῦς, ἐὰν ἐν τοῖς γράμμασιν ἀπογεγραμμένον