917aἔργῳ πράξειεν, ὁ μὴ θεομισέστατος ἔσεσθαι μέλλων· οὗτος δʼ ἐστὶν ὃς ἂν ὅρκους ὀμνὺς ψευδεῖς μηδὲν φροντίζῃ θεῶν, δεύτερος δὲ ὃς ἂν ἐναντίον τῶν κρειττόνων αὑτοῦ ψεύδηται. κρείττους δὲ οἱ ἀμείνους τῶν χειρόνων, πρεσβῦταί τε ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν τῶν νέων, διὸ καὶ γονῆς κρείττους ἐκγόνων, καὶ ἄνδρες δὴ γυναικῶν καὶ παίδων, ἄρχοντές τε ἀρχομένων· οὓς αἰδεῖσθαι πᾶσιν πάντας πρέπον ἂν εἴη ἐν ἄλλῃ τε ἀρχῇ πάσῃ καὶ ἐν ταῖς πολιτικαῖς δὴ μάλιστα ἀρχαῖς, ὅθεν ὁ νῦν παρὼν ἡμῖν λόγος ἐλήλυθεν. πᾶς γὰρ τῶν κατʼ ἀγορὰν
917bὁ κιβδηλεύων τι ψεύδεται καὶ ἀπατᾷ καὶ τοὺς θεοὺς παρακαλῶν ἐπόμνυσιν ἐν τοῖς τῶν ἀγορανόμων νόμοισίν τε καὶ φυλακτηρίοις, οὔτε ἀνθρώπους αἰδούμενος οὔτε θεοὺς σεβόμενος. πάντως μὲν δὴ καλὸν ἐπιτήδευμα θεῶν ὀνόματα μὴ χραίνειν ῥᾳδίως, ἔχοντα ὡς ἔχουσιν ἡμῶν ἑκάστοτε τὰ πολλὰ οἱ πλεῖστοι καθαρότητός τε καὶ ἁγνείας τὰ περὶ τοὺς θεούς· εἰ δʼ οὖν μὴ πείθοιτο, ὅδε νόμος· ὁ πωλῶν ὁτιοῦν ἐν ἀγορᾷ μηδέποτε δύο εἴπῃ τιμὰς ὧν ἂν πωλῇ,
917cἁπλῆν δὲ εἰπών, ἂν μὴ τυγχάνῃ ταύτης, ἀποφέρων ὀρθῶς ἂν ἀποφέροι πάλιν, καὶ ταύτης τῆς ἡμέρας μὴ τιμήσῃ πλέονος μηδὲ ἐλάττονος, ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς τοῦ πωλουμένου ἀπέστω· ἐὰν δέ τις ἀπειθῇ τούτοις, ὁ παρατυγχάνων τῶν ἀστῶν, μὴ ἔλαττον ἢ τριάκοντα γεγονὼς ἔτη, κολάζων μὲν τὸν ὀμνύντα ἀνατὶ τυπτέτω τις, ἀφροντιστῶν δὲ καὶ ἀπειθῶν ἔνοχος ἔστω ψόγῳ προδοσίας τῶν νόμων. τὸν δὲ δὴ κίβδηλόν τι πωλοῦντα, καὶ μὴ δυνάμενον τοῖς