917dνῦν πείθεσθαι λόγοις, ὁ προστυγχάνων τῶν γιγνωσκόντων, δυνατὸς ὢν ἐξελέγχειν, ἐναντίον ἐλέγξας τῶν ἀρχόντων, ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθὲν καὶ ὁ μέτοικος, ὁ δὲ πολίτης μὴ ἐλέγχων μὲν ὡς ἀποστερῶν τοὺς θεοὺς κακὸς ἀγορευέσθω, ἐλέγξας δὲ ἀναθέτω τοῖς τὴν ἀγορὰν ἔχουσιν θεοῖς. ὁ δὲ δὴ φανερὸς γενόμενός τι πωλῶν τοιοῦτον, πρὸς τῷ στερηθῆναι τοῦ κιβδηλευθέντος, ὁπόσης ἂν τιμῆς ἀξιώσῃ τὸ πωλούμενον, κατὰ δραχμὴν ἑκάστην τῇ μάστιγι
917eτυπτέσθω πληγὰς ὑπὸ κήρυκος ἐν τῇ ἀγορᾷ κηρύξαντος ὧν ἕνεκα μέλλει τύπτεσθαι. τὰ δὲ κιβδηλεύματά τε καὶ κακουργίας τῶν πωλούντων οἵ τε ἀγορανόμοι καὶ οἱ νομοφύλακες, πυθόμενοι τῶν ἐμπείρων περὶ ἕκαστα, ἀναγραψάντων ἅ τε χρὴ ποιεῖν τὸν πωλοῦντα καὶ ἃ μή, καὶ πρόσθε τοῦ ἀγορανομίου θέντων ἐν στήλῃ γράψαντες νόμους εἶναι τοῖς περὶ
918aτὴν τῆς ἀγορᾶς χρείαν μηνυτὰς σαφεῖς. τὰ δὲ περὶ τῶν ἀστυνόμων ἐν τοῖς πρόσθεν ἱκανῶς εἴρηται· ἐὰν δέ τι προσδεῖν δοκῇ, νομοφύλαξιν ἐπανακοινώσαντες καὶ γράψαντες τὸ δοκοῦν ἐκλιπεῖν, εἰς ἀστυνόμιον θέντων ἐν στήλῃ τά τε πρῶτα καὶ τὰ δεύτερα τεθέντα αὐτοῖσιν τῆς ἀρχῆς νόμιμα.
κιβδήλοις δʼ ἐπιτηδεύμασιν ἕπεται κατὰ πόδα καπηλείας ἐπιτηδεύματα· ταύτης δὲ πέρι συμπάσης συμβουλὴν πρῶτον δόντες καὶ λόγον, ἐπʼ αὐτῇ νόμον ὕστερον ἐπιθώμεθα. καπηλεία