Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 920a Pl. Leg. 920d (English) >>Pl. Leg. 921b

920cκαθάπερ ἔμπροσθεν ἐπετάξαμεν τῆς κιβδηλείας πέρι, συγγενοῦς τούτῳ πράγματος, συνελθόντας δὲ ἰδεῖν λῆμμά τε καὶ ἀνάλωμα τί ποτε τῷ καπήλῳ κέρδος ποιεῖ τὸ μέτριον, γράψαντας δὲ θεῖναι τὸ γιγνόμενον ἀνάλωμα καὶ λῆμμα καὶ φυλάττειν, τὰ μὲν ἀγορανόμους, τὰ δὲ ἀστυνόμους, τὰ δὲ ἀγρονόμους· καὶ σχεδὸν οὕτως ἂν καπηλεία τὰ μὲν ὠφελοῖ ἑκάστους, σμικρότατα δὲ ἂν βλάπτοι τοὺς ἐν ταῖς πόλεσι χρωμένους.

920dὅσα τις ἂν ὁμολογῶν συνθέσθαι μὴ ποιῇ κατὰ τὰς ὁμολογίας, πλὴν ὧν ἂν νόμοι ἀπείργωσιν ψήφισμα, τινος ὑπὸ ἀδίκου βιασθεὶς ἀνάγκης ὁμολογήσῃ, καὶ ἐὰν ἀπὸ τύχης ἀπροσδοκήτου τις ἄκων κωλυθῇ, δίκας εἶναι τῶν ἄλλων ἀτελοῦς ὁμολογίας ἐν ταῖς φυλετικαῖσιν δίκαις, ἐὰν ἐν διαιτηταῖς γείτοσιν ἔμπροσθεν μὴ δύνωνται διαλλάττεσθαι. Ἡφαίστου καὶ Ἀθηνᾶς ἱερὸν τὸ τῶν δημιουργῶν γένος, οἳ 920eτὸν βίον ἡμῖν συγκατεσκευάκασιν τέχναις, Ἄρεως δʼ αὖ καὶ Ἀθηνᾶς οἱ τὰ τῶν δημιουργῶν σῴζοντες τέχναισιν ἑτέραις ἀμυντηρίοις ἔργα· δικαίως δὲ καὶ τὸ τούτων γένος ἱερόν ἐστι τούτων τῶν θεῶν. οὗτοι δὴ πάντες χώραν καὶ δῆμον θεραπεύοντες διατελοῦσιν, οἱ μὲν ἄρχοντες τῶν κατὰ πόλεμον ἀγώνων, οἱ δὲ ὀργάνων τε καὶ ἔργων ἀποτελοῦντες γένεσιν ἔμμισθον· οἷς δὴ περὶ τὰ τοιαῦτα οὐ πρέπον ἂν εἴη ψεύδεσθαι,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 920a Pl. Leg. 920d (English) >>Pl. Leg. 921b

Powered by PhiloLogic