Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 925c Pl. Leg. 926a (English) >>Pl. Leg. 926d

925eἐμπόδια γίγνεται τοῖς τοιούτοις ἐπιτάγμασιν τοῦ μήτινα ἐθέλειν πείθεσθαι, πρότερον δὲ οὕστινας ὁτιοῦν ἂν βουληθῆναι παθεῖν, ὁπόταν σωμάτων νοσήματα καὶ πηρώσεις διανοίας ἔν τισιν τῶν ἐπιταττομένων γαμεῖν γαμεῖσθαι γίγνηται. τούτων δὴ μηδὲν φροντίζειν τάχʼ ἂν νομοθέτης δόξειέν τισιν, οὐκ ὀρθῶς δοκοῦν. ἔστω τοίνυν εἰρημένον ὑπέρ τε νομοθέτου καὶ ὑπὲρ νομοθετουμένου σχεδὸν οἷον κοινὸν προοίμιον, συγγνώμην μὲν τῷ νομοθέτῃ τοὺς ἐπιταττομένους δεόμενον ἔχειν, ὅτι τῶν κοινῶν ἐπιμελούμενος οὐκ ἄν ποτε δύναιτο διοικεῖν ἅμα καὶ τὰς ἰδίας ἑκάστῳ γιγνομένας συμφοράς, 926aσυγγνώμην δʼ αὖ καὶ τοῖς νομοθετουμένοις, ὡς τὰ τοῦ νομοθετοῦντος εἰκότως ἐνίοτε οὐ δύνανται προστάγματα τελεῖν, μὴ γιγνώσκων προστάττει.

Κλεινίας

τί δή τις οὖν, ξένε, δρῶν πρὸς τὰ τοιαῦτα ἐμμετρότατος ἂν εἴη;

Ἀθηναῖος

διαιτητάς, Κλεινία, τοῖς τοιούτοις νόμοις καὶ νομοθετουμένοις ἀναγκαῖον αἱρεῖσθαι.

Κλεινίας

πῶς λέγεις;

Ἀθηναῖος

ἔστιν ὅτε πλουσίου πατρὸς ἀδελφιδοῦς τὴν τοῦ 926bθείου θυγατέρα ἑκὼν οὐκ ἂν ἐθέλοι λαμβάνειν, τρυφῶν καὶ ἐπὶ μείζοσι γάμοις τὴν διάνοιαν ἐπέχων· ἔστιν δʼ ὅτε καὶ συμφορὰν τὴν μεγίστην τοῦ νομοθέτου προστάττοντος, ἀπειθεῖν ἀναγκάζοιτʼ ἂν τῷ νόμῳ, μαινόμενα κηδεύματα ἀναγκάζοντος λαμβάνειν δεινὰς ἄλλας σωμάτων ψυχῶν συμφοράς, ἃς ἀβίωτον ζῆν κεκτημένῳ. δὴ νῦν λόγος ἡμῖν περὶ τούτων ὅδε νόμος κείσθω· ἐάν τινες ἄρα περὶ διαθήκης



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 925c Pl. Leg. 926a (English) >>Pl. Leg. 926d

Powered by PhiloLogic