926cἐγκαλῶσι τοῖς κειμένοις νόμοις, περί τε ἄλλων ὡντινωνοῦν καὶ δὴ καὶ περὶ γάμων, ἦ μὴν παρόντα καὶ ζῶντα αὐτὸν τὸν νομοθέτην μήποτʼ ἂν ἀναγκάσαι πράττειν οὕτω, μηδὲ γῆμαι μηδὲ γήμασθαι, τοὺς νῦν ἀναγκαζομένους ἑκάτερα δρᾶν, ὁ δέ τις τῶν οἰκείων ἤ τις ἐπίτροπος φῇ, διαιτητὰς φάναι καὶ πατέρας τοὺς πεντεκαίδεκα τῶν νομοφυλάκων καταλιπεῖν τοῖς ὀρφανοῖς καὶ ὀρφαναῖς τὸν νομοθέτην· πρὸς οὓς ἐπανιόντες
926dδιαδικαζέσθων οἱ περί τινος τῶν τοιούτων ἀμφισβητοῦντες, κύρια τελοῦντες τὰ τούτων δόγματα. ἂν δέ τῳ μείζων δύναμις ἐπανατίθεσθαι δοκῇ τοῖς νομοφύλαξιν, εἰς τὸ τῶν ἐκκρίτων δικαστῶν δικαστήριον εἰσάγων αὐτοὺς διαδικαζέσθω περὶ τῶν ἀμφισβητουμένων· τῷ δὲ ἡττηθέντι παρὰ τοῦ νομοθέτου ψόγος καὶ ὄνειδος κείσθω, πολλῶν χρημάτων νοῦν κεκτημένῳ ζημία βαρυτέρα.
νῦν δὴ τοῖς ὀρφανοῖς παισὶ γένεσις οἷον δευτέρα τις
926eγίγνοιτʼ ἄν. μετὰ μὲν οὖν τὴν πρώτην ἑκάστοις εἴρηνται τροφαὶ καὶ παιδεύσεις· μετὰ δὲ τὴν δευτέραν, ἔρημον πατέρων γενομένην, μηχανᾶσθαι δεῖ τίνα τρόπον ἡ τῆς ὀρφανίας τύχη τοῖς γενομένοις ὀρφανοῖς ὡς ἥκιστα ἔλεον ἕξει τῆς συμφορᾶς. πρῶτον μὲν δή φαμεν νομοθετεῖν αὐτοῖς τοὺς νομοφύλακας ἀντὶ γεννητόρων πατέρας οὐ χείρους, καὶ δὴ καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ὡς οἰκείων ἐπιμελεῖσθαι προστάττομεν, ἐμμελῆ τούτοις τε αὐτοῖς περὶ τροφῆς ὀρφανῶν προοιμιασάμενοι καὶ τοῖς ἐπιτρόποις. εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα