Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 930d Pl. Leg. 931b (English) >>Pl. Leg. 931e

931aτῶν θεῶν ὁρῶντες σαφῶς τιμῶμεν, τῶν δʼ εἰκόνας ἀγάλματα ἱδρυσάμενοι, οὓς ἡμῖν ἀγάλλουσι καίπερ ἀψύχους ὄντας, ἐκείνους ἡγούμεθα τοὺς ἐμψύχους θεοὺς πολλὴν διὰ ταῦτʼ εὔνοιαν καὶ χάριν ἔχειν. πατὴρ οὖν ὅτῳ καὶ μήτηρ τούτων πατέρες μητέρες ἐν οἰκίᾳ κεῖνται κειμήλιοι ἀπειρηκότες γήρᾳ, μηδεὶς διανοηθήτω ποτὲ ἄγαλμα αὑτῷ, τοιοῦτον ἐφέστιον ἵδρυμα ἐν οἰκίᾳ ἔχων, μᾶλλον κύριον ἔσεσθαι, ἐὰν δὴ κατὰ τρόπον γε ὀρθῶς αὐτὸ θεραπεύῃ κεκτημένος. 931b

Κλεινίας

τίνα δὴ τὴν ὀρθότητα εἶναι φράζεις;

Ἀθηναῖος

ἐγὼ ἐρῶ· καὶ γὰρ οὖν ἄξιον, φίλοι, ἀκούειν τά γε δὴ τοιαῦτα.

Κλεινίας

λέγε μόνον.

Ἀθηναῖος

Οἰδίπους, φαμέν, ἀτιμασθεὶς ἐπηύξατο τοῖς αὑτοῦ τέκνοις δὴ καὶ πᾶς ὑμνεῖ τέλεα καὶ ἐπήκοα γενέσθαι παρὰ θεῶν, Ἀμύντορά τε Φοίνικι τῷ ἑαυτοῦ ἐπαρᾶσθαι παιδὶ θυμωθέντα καὶ Ἱππολύτῳ Θησέα καὶ ἑτέρους ἄλλοις μυρίους 931cμυρίοις, ὧν γέγονε σαφὲς ἐπηκόους εἶναι γονεῦσι πρὸς τέκνα θεούς· ἀραῖος γὰρ γονεὺς ἐκγόνοις ὡς οὐδεὶς ἕτερος ἄλλοις, δικαιότατα. μὴ δή τις ἀτιμαζομένῳ μὲν διαφερόντως πατρὶ πρὸς παίδων καὶ μητρὶ θεὸν ἐπήκοον ἐν εὐχαῖς ἡγείσθω γίγνεσθαι κατὰ φύσιν, τιμωμένῳ δὲ ἄρα καὶ περιχαρεῖ σφόδρα γενομένῳ, καὶ διὰ τὰ τοιαῦτα εὐχαῖς λιπαρῶς εἰς ἀγαθὰ τοῖς παισὶ παρακαλοῦντος θεούς, οὐκ ἄρα τὰ τοιαῦτα ἀκούειν ἐξ



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 930d Pl. Leg. 931b (English) >>Pl. Leg. 931e

Powered by PhiloLogic