Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 932b Pl. Leg. 933a (English) >>Pl. Leg. 933c

932dἐὰν δέ τις ἀδυνατῇ κακούμενος φράζειν, πυθόμενος τῶν ἐλευθέρων ἐξαγγελλέτω τοῖς ἄρχουσιν κακὸς ἔστω καὶ ὑπόδικος τῷ ἐθέλοντι βλάβης. ἐὰν δὲ δοῦλος μηνύσῃ, ἐλεύθερος ἔστω, καὶ ἐὰν μὲν τῶν κακούντων κακουμένων δοῦλος, ὑπὸ τῆς ἀρχῆς ἀφείσθω, ἐὰν δέ τινος ἄλλου τῶν πολιτῶν, τὸ δημόσιον ὑπὲρ αὐτοῦ τιμὴν τῷ κεκτημένῳ καταβαλλέτω· τοῖς ἄρχουσιν δὲ ἐπιμελὲς ἔστω μή τις ἀδικῇ τὸν τοιοῦτον τιμωρούμενος τῆς μηνύσεως ἕνεκα.

932eὅσα τις ἄλλος ἄλλον πημαίνει φαρμάκοις, τὰ μὲν θανάσιμα αὐτῶν διείρηται, τῶν δʼ ἄλλων πέρι βλάψεων, εἴτε τις ἄρα πώμασιν καὶ βρώμασιν ἀλείμμασιν ἑκὼν ἐκ προνοίας πημαίνει, τούτων οὐδέν πω διερρήθη. διτταὶ γὰρ δὴ φαρμακεῖαι κατὰ τὸ τῶν ἀνθρώπων οὖσαι γένος ἐπίσχουσιν τὴν διάρρησιν. ἣν μὲν γὰρ τὰ νῦν διαρρήδην 933aεἴπομεν, σώμασι σώματα κακουργοῦσά ἐστιν κατὰ φύσιν· ἄλλη δὲ μαγγανείαις τέ τισιν καὶ ἐπῳδαῖς καὶ καταδέσεσι λεγομέναις πείθει τοὺς μὲν τολμῶντας βλάπτειν αὐτούς, ὡς δύνανται τὸ τοιοῦτον, τοὺς δʼ ὡς παντὸς μᾶλλον ὑπὸ τούτων δυναμένων γοητεύειν βλάπτονται. ταῦτʼ οὖν καὶ περὶ τὰ τοιαῦτα σύμπαντα οὔτε ῥᾴδιον ὅπως ποτὲ πέφυκεν γιγνώσκειν, οὔτʼ εἴ τις γνοίη, πείθειν εὐπετὲς ἑτέρους· ταῖς δὲ ψυχαῖς τῶν ἀνθρώπων δυσωπουμένους πρὸς ἀλλήλους



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 932b Pl. Leg. 933a (English) >>Pl. Leg. 933c

Powered by PhiloLogic